Αἰσχρᾶς τις ἤρα καὶ κακορρύπου δούλης ἰδίας ἑαυτοῦ, καὶ παρεῖχεν αἰτούσῃ ἅπανθ’ ἑτοίμως. ἡ δὲ χρυσίου πλήρης, σύρουσα λεπτὴν πορφύραν ἐπὶ κνήμας, πᾶσαν μάχην συνῆπτεν οἰκοδεσποίνῃ. τὴν δʼ Ἀφροδίτην ὥσπερ αἰτίην τούτων λύχνοις ἐτίμα, καὶ καθʼ ἡμέραν πᾶσαν ἔθυεν ηὔχεθ’ ίκέτευεν ἠρώτα, ἕως ποτʼ αὐτῶν ἡ θεὸς καθευδόντων ἡλθεν καθʼ ὕπνους, καὶ φανεῖσα τῇ δούλῃ ,,μή μοι χάριν σχῇς ὡς καλήν σε ποιούσῃ. τούτῳ κεχόλωμαιʼ· φησίν ,,ῴ καλὴ φαίνῃ.“ [ἅπας ὁ τοῖς αἰσχροῖσιν ὡς καλοῖς χαίρων θεοβλαβής τίς ἐστι καὶ φρένας πηρός. Ἀλώπεκʼ ἐχθρὰν ἀμπέλων τε καὶ κήπων ξένῃ θελήσας περιβαλεῖν τις αἰκίη, τὴν κέρκον ἂψψας καὶ λένον τι προσδήσας ἀφῆκε φεύγειν. τὴν δʼ ἐπίσκοπος δαίμων ἐς τὰς ἀρούρας τοῦ λαβόντος ὡδήγει τὸ πῦρ φλέγουσαν. ὴν δὲ ληίων ὥρη καὶ καλλίπαις ἂμητος ἐλπίδων πλήρης. ὁ δʼ ἠκολούθει τὸν πολύν κόπον κλαίων, οὐδʼ εἶδεν αὐτοῦ τὴν ἄλωνα Δημήτηρ. χρὴ πρᾷον εἶναι μηδʼ ἄμετρα θυμοῦσθαι. ἔστιν τις ὀργῆς νέμεσις, ἢν φυλαττοίμην, αὐτοῖς βλάβην φέρουσα τοῖς δυσοργήτοις. Θυμῷ χρῆσθαι κατὰ τῶν πέλας ἀμέτρῳ καλὸν οὐκ ἔνι. Ἀγροῦ χελιδών μακρὸν ἐξεπωτήθη, εὐρεν δʼ ἐρήμοις ἐγκαθημένην ὕλαις ἀηδόνʼ ὀξύφωνον· ἡ δʼ ἀπεθρήνει τὸν Ἴτυν ἄωρον ἐκπεσόντα τῆς ὥρης. ἐκ τοῦ μέλους δʼ ἔγνωσαν αἱ δύʼ ἀλλήλας, καὶ δὴ προσέπτησάν τε καὶ προσωμίλουν. χἡ μὲν χελιδὼν εἶπε „φιλτάτη, ζῴεις; πρῶτον βλέπω σε σήμερον μετὰ Θρᾴκην. ἀεί τις ἡμᾶς πικρὸς ἔσχισεν δαίμων· καὶ παρθένοι γὰρ χωρὶς ἦμεν ἀλλήλων. ἀλλʼ ἔλθʼ ἐς ἀγρὸν καὶ πρὸς οἶκον ἀνθρώπων· σύσκηνος ἡμῖν καὶ φίλη κατοικήσεις. [ὕπαιθρον ὕλην λεῖπε, καὶ παῤ ἀνθρώποις ὁμώροφόν μοι δῶμα καὶ στέγην οἴκει.] τί σε δροσίζει πηκτὸς ἔννυχος στίβη, καὶ καῦμα θάλπει, πάντα δʼ ἀγρότιν τήκει; ἄγε δὴ σεαυτήν, σοφὰ λαλοῦσα, μηνύσῃς ὅπου γεωργοῖς κοὐχὶ θηρίοις ᾄσεις.“ τὴν δʼ αὖτʼ ἀηδὼν ὀξύφωνος ἠμείφθη· „ἔα με πέτραις ἐμμένειν ἀοικήτοις, καὶ μή μʼ ὀρεινῆς ὀργάδος σὺ χωρίσσῃς. μετὰ τὰς Ἀθήνας ἄνδρα καὶ πόλιν φεύγω· οἶκος δέ μοι πᾶς κἀπίμιξις ἀνθρώπων λύπην παλαιῶν συμφορῶν ἀναξαίνει.“ παραμυθία τίς ἐστι τῆς κακῆς μοίρης λόγος σοφὸς καὶ μοῦσα καὶ φυγὴ πλήθους· λύπη δʼ, ὅταν τις οἷς ποτʼ εὐθενῶν ὤφθη, τούτοις ταπεινὸς αὖθις ὢν συνοικήσῃ. Ὅτι συμφέρει τῷ ἠδικημένῳ πόρρω γενέσθαι τῶν εἰς ἀνάμνησιν αὐτὸν φερόντων κακῶν. Αὔλαξι λεπτὰς παγίδας ἀγρότης πήξας γεράνους σποραίων πολεμίας συνειλήφει. τοῦτον πελαργὸς ἱκέτευε χωλεύων (ὁμοῦ γὰρ αὐταῖς καὶ πελαργὸς ἡλώκει) ,,οὐκ εἰμὶ γέρανος, οὐ σπόρον καταφθείρω. πελαργός εἰμι (χἡ χρόη με σημαίνει), πτηνῶν πελαργὸς εὐσεβέστατον ζῴων. τὸν ἐμὸν τιθηνῶ πατέρα καὶ νοσηλεύω.“ κἀκεῖνος ,,ὦ πελαργέ, τίνι βίῳ χαίρεις, οὐκ οἶδα“ φησίν· ,,ἀλλὰ τοῦτο γινώσκω, ἔλαβόν σε σὺν ταῖς τἆργα τἀμὰ πορθούσαις. ἀπολῇ μετʼ αὐτῶν τοιγαροῦν, μεθ᾿ ὧν ἥλως“ [κακοῖς ὁμιλῶν ὡς ἐκεῖνοι μισήσῃ, κἂν μηδὲν αὐτὸς τοὺς πέλας καταβλάψῃς.] Ὁ λόγος διδάσκει φεύγειν ἡμᾶς τὰς τῶν πονηρῶν ἀνθρώπων κοινωνίας, ἵνα μὴ τῇ αὐτῶν κακίᾳ συναπολώμεθα. Ἄρκος φιλεῖν ἄνθρωπον ἐκτόπως ηὔχει· νεκρὸν γὰρ αὐτοῦ σῶμʼ ἔφασκε μὴ σύρειν. πρὸς ἣν ἀλώπηξ εἶπε „μᾶλλον ᾑρούμην εἰ νεκρὸν εἷλκες, τοῦ δὲ ζῶντος οὐχ ἥπτου.“ ὁ ζῶντα βλάπτων μὴ νεκρόν με θρηνείτω.