Παράδειγμα δὲ βραχείας συνθέσεως τὸ Λακεδαίμόνιοι Φιλίππῳ· Διονύσιος ἐν Κορίνθῳ. πολὺ γὰρ δεινότερον φαίνεται ῥηθὲν οὕτω βραχέως, ἢ εἴπερ αὐτὸ μακρῶς ἐκτείναντες εἶπον, ὅτι ὁ Διονύσιός ποτε μέγας ὢν τύραννος ὥσπερ σὺ ὅμως νῦν ἰδιωτεύων οἰκεῖ Κόρινθον. οὐ γὰρ ἔτι διὰ πολλῶν ῥηθὲν ἐπιπλήξει ἐῴκει, ἀλλὰ διηγήματι, καὶ μᾶλλόν τινι διδάσκοντι, οὐκ ἐκφοβοῦντι· οὕτως ἐκτεινόμενον ἐκλύεται τοῦ λόγου τὸ θυμικὸν καὶ σφοδρόν. ὥσπερ τὰ θηρία συστρέψαντα ἑαυτὰ μάχεται, τοιαύτη τις ἂν εἴη συστροφὴ καὶ λόγου καθάπερ ἐσπειραμένου πρὸς δεινότητα.