<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0612.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="speech" xml:base="urn:cts:greekLit:tlg0612.tlg001.perseus-grc2" n="3"><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0612.tlg001.perseus-grc2:3" n="98"><p>οὐ γὰρ καὶ τὰ ἀφροδίσια ταῦτα ἥδιστα καὶ ἀνυβριστότατα ὅσα γίγνεται μετὰ φιλίας τῶν συνόντων καὶ ὅσα <milestone unit="mpage" xml:id="mp.53"/> μαστεύουσιν εὔνοιαν ἀνθρώποις ἐπῆλθε παρὰ παιδικῶν ἢ παρὰ γυναικῶν;</p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0612.tlg001.perseus-grc2:3" n="99"><p>πολλαὶ μὲν γὰρ ἐπωνυμίαι τῆς φιλίας, ὥσπερ ἀμέλει καὶ χρεῖαι· ἡ δὲ μετὰ κάλλους καὶ ὥρας γιγνομένη φιλία δικαίως ἔρως ὠνόμασται, καὶ δοκεῖ κάλλιστος τῶν θεῶν.</p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0612.tlg001.perseus-grc2:3" n="100"><p>καὶ μὴν τά γε ὠφέλιμα φάρμακα τοῖς μὲν νοσοῦσιν ὠφέλιμα, τοῖς δὲ ὑγιαίνουσιπεριττά. φιλίας δὲ καὶ τοῖς ὑγιαίνουσιν ἀεὶ σφόδρα δεῖ καὶ τοῖς νοσοῦσιν· ἥ συμφυλάττει μὲν πλοῦτον, ἐπαρκεῖ δὲ πενίᾳ, λαμπρύνει πρύνει μὲν δόξαν, ἀμαυροῖ δὲ ἀδοξίαν.</p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0612.tlg001.perseus-grc2:3" n="101"><p>μόνον δὲ τοῦτο τὰ μὲν δυσχερῆ πάντα μειοῖ, τὰ δὲ ἀγαθὰ πάντα αὔξει. ποία μὲν γὰρ συμφορὰ δίχα φιλίας οὐκ ἀφόρητος, ποία δὲ εὐτυχία χωρὶς φίλωνοὐκ ἄχαρις; <del>εἰ δὲ σκυθρωπὸν ἐρημία καὶ πάντων φοβερώτατον, οὐ τὴν ἀνθρώπων ἐρημίαν χρὴ τοιοῦτον νομίζειν, ἀλλὰ τὴν τῶν φίλων· ἐπεὶ τῶν γε μὴ εὐνοούντων πολλάκις ἡ ἐρημία κρείττων.</del></p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0612.tlg001.perseus-grc2:3" n="102"><p> ἐγὼ μὲν γὰρ οὐδʼ εὐτυχίαν ἐκείνην νενόμικα, ἥ μηδένα ἔχει τὸν συνηδόμενον. ῥᾷον γὰρ ἄν τις συμφορὰν τὴν χαλεπωτάτην φέροι μετὰ φίλων ἢ<pb xml:id="v.1p.51"/> μόνος εὐτυχίαν τὴν μεγίστην. ὡς ἐκεῖνον ἀθλιώτατον ἐγὼ κρίνω δικαίως ὃς ἐν μὲν ταῖς συμφοραῖς πλείστους ἔχει τοὺς ἐφηδομένους, ἐν δὲ ταῖς εὐτυχίαις οὐδένα τὸν συνηδόμενον.</p></div></div></div></body></text></TEI>