<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0612.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="speech" xml:base="urn:cts:greekLit:tlg0612.tlg001.perseus-grc2" n="3"><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0612.tlg001.perseus-grc2:3" n="93"><p>καλὰ δὲ ἄλση καὶ οἰκίαι πολυτελεῖς <add>καὶ</add> ἀνδριάντες καὶ γραφαὶ τῆς παλαιᾶς τε καὶ ἄκρας τέχνης καὶ χρυσοῖ κρατῆρες καὶ ποικίλαι τράπεζαι καὶ πορφύρα καὶ ἐλέφας καὶ ἤλεκτρος καὶ μύρων ὀσμαὶ καὶ θεαμάτων παντοίων καὶ ἀκουσμάτων τέρψεις διά τε φωνῆς καὶ ὀργάνων, <del>πρὸς δὲ αὖ τούτοις γυναῖκες ὡραῖαι καὶ παιδικὰ ὡραῖα</del> ξύμπαντα ταῦτα οὐδεμιᾶς ἕνεκα χρείας, ἀλλʼ ἡδονῆς εὑρημένα <pb xml:id="v.1p.50"/>  φαίνεται. </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0612.tlg001.perseus-grc2:3" n="94"><p>μόνῃ δὲ τῇ φιλίᾳ συμβέβηκεν ἁπάντων μὲν εἶναι συμφορώτατον, ἁπάντων δὲ ἥδιστον. εὐθὺς οἶμαι τῶν ἀναγκαίων τὰ μέγιστα, ὅπλα καὶ τείχη καὶ στρατεύματα καὶ πόλεις, ἄνευ τῶν διοικούντων φίλων οὔτε χρήσιμα οὔτε συμφέροντα, ἀλλὰ καὶ λίαν ἐπισφαλῆ· οἱ δέ γε φίλοι καὶ δίχα τούτων ὠφέλιμοι.</p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0612.tlg001.perseus-grc2:3" n="95"><p>καὶ ταῦταμὲν ἐν πολέμῳ μόνον χρήσιμα, τοῖς δὲ ἀεὶ βιωσομένοις ἐν εἰρήνῃ, ἂν ᾖ δυνατόν, ἀχρεῖα καὶ βαρέα· </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0612.tlg001.perseus-grc2:3" n="96"><p>ἄνευ δὲ φιλίας οὐδʼ ἐν εἰρήνῃ ζῆν ἀσφαλές. καὶ μὴν ὧν εἶπον ἡδέων τὸ μὲν κοινωνεῖν φίλοις τερπνότερον, μόνον δὲ ἀπολαύειν ἐν ἐρημίᾳ πάντων ἀηδέστατον, καὶ οὐδεὶς ἂν ὑπομείνειεν· ἔτι δὲ λυπηρότερον, εἰ δεήσειε κοινωνεῖν τοῖς μὴ ἀγαπῶσιν.</p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0612.tlg001.perseus-grc2:3" n="97"><p> ποία μὲν γὰρ εὐφροσύνη προσφιλής, ʽεἰ <del>μὴ</del> καὶ πάντα παρείη τὰ μέγιστἀ, ποῖον δὲ συμπόσιον ἡδὺ χωρὶς εὐνοίας τῶν παρόντων; <del>ποία δὲ θυσία κεχαρισμένη θεοῖς ἄνευ τῶν συνευωχουμένων;</del></p></div></div></div></body></text></TEI>