ἐπεὶ δὲ δεῖται μὲν ἀλέας ἡ γῆ ὥστε γεννῆσαι τὰ φυόμενα καὶ ὥστε αὐξῆσαι καὶ ὥστε ἐπιτελέσαι, δεῖται δὲ τὰζῷα καὶ σωτηρίας ἕνεκα τῶν σωμάτων καὶ ἡδονῆς τῆς κατὰ φύσιν, δεόμεθα δὲ πάντων μάλιστα ἡμεῖς, ἅτε πλείστης χρῄζοντες βοηθείας, θέρος ἐποίησεν ἀεὶ καὶ μᾶλλον, ἐγγυτέρω προσιὼν τῆς ἡμετέρας οἰκήσεως, ἵνα πάντα μὲν φύσῃ, πάντα δὲ θρέψῃ, πάντα δὲ τελειώσῃ, θείαν δὲ καὶ θαυμαστὴν παράσχῃ τοῖς ἀνθρώποις εὐφροσύνην τε καὶ ἑορτήν. ἐπεὶ δὲ αὖ πάλιν τἄλλα τε καὶ ἡμεῖς ἐν χρείᾳ γιγνόμεθα τῆς ἐναντίας κράσεως· δεῖται μὲν γὰρ ὑπὸ τοῦ ψύχους τὰ σώματα συνίστασθαι, δεῖται δὲ πυκνώσεως τὰ φυτά, δεῖται δὲ ὄμβρων ἡ γῆ· πάλιν ἄπεισιν ἀφʼ ἡμῶν ἀφιστάμενος τὸ μέτριον. οὕτω δὲ πάνυ ἀσφαλῶς καὶ ἀραρότως τηρεῖ τοὺς ὅρους πρὸς τὸ ἡμῖν συμφέρον, ὥστε εἴτε προσιὼν ὀλίγον ἐγγυτέρω γένοιτο, πάντα ἂν συμφλέξειεν, εἴτε ἀπιὼν μικρὸν ὑπερβάλοι, πάντα ἂν ἀποψυγείη τῷ κρύει. ἐπεὶ δὲ ἀσθενέστεροι φέρειν ἐσμὲν τὴν μεταβολὴν ἀθρόαν γιγνομένην, κατʼ ὀλίγον ταῦτα μηχανᾶται, καὶ τρόπον τινὰ λανθάνει συνεθίζων μὲν ἡμᾶς διὰ τοῦ ἦρος ὑπενεγκεῖντὸ θέρος, προγυμνάζων δὲ διὰ τοῦ μετοπώρου χειμῶνα ἀνέχεσθαι, ἐκ μὲν τοῦ χειμῶνος θάλπων κατʼ ὀλίγον, ἐκ δὲ τοῦ θέρους ἀναψύχων, ὥστε ἀλύπως ἀφικνεῖσθαι πρὸς ἑκατέραν τὴν ὑπερβολήν. ἐπεὶ δὲ αὖ τὸ φῶς ὁρᾶσθαι μὲν ἥδιστον, πράττειν δὲ ἀδύνατον ὁτιοῦν χωρὶς αὐτοῦ, κοιμώμενοι δὲ πᾶσαν μὲν ἡσυχίαν ἄγομεν, οὐδὲν δὲ χρώμεθα τῷ φωτί, ὅσον μὲν ἱκανὸν ἐγρηγορέναι χρόνον, ἡμέραν ἐποίησεν, ὅσον δὲ κοιμᾶσθαι ἀναγκαῖον, νύκτα ἀπέδειξε, περὶ πᾶσαν ἰὼν γῆν, ἄλλοτε ἄλλους ἀναπαύων τε καὶ ἀνιστάς, ἀφιστάμενος μὲν ἀπὸ τῶν μηκέτι δεομένων φωτός, τοῖς δὲ ἀεὶ δεομένοις ἐπιφαινόμενος. καὶ ταῦτα μηχανώμενος διʼ αἰῶνος οὐδέποτε κάμνει.