τῷ στρατηγῷ δὲ ἔργον ἐστὶν ἅπαντας μὲν ὡπλίσθαι καλῶς, ἅπαντας δὲ εὐπορεῖν σκέπης, οὐ μόνον δὲ τὰς τῶν ἀνθρώπων γαστέρας πληροῦν, ἀλλὰ καὶ τὰς τῶν ἵππων· ἐὰν δὲ μὴ πάντες ἔχωσι τὰ ἐπιτήδεια, πολὺ μᾶλλον ἄχθεται ἢ αὐτὸς νοσῶν· σωτηρίαν γε μὴν τὴν ἐκείνων οὐ περὶ ἐλάττονος ποιεῖται τῆς αὑτοῦ. καὶ γὰρ δὴ νικᾶν μὲν ἀδύνατον ἄνευ σωτηρίας τῶν στρατιωτῶν· ὑπὲρ δὲ τῆς νίκης πολλοὶ τῶν ἀγαθῶν καὶ ἀποθνήσκειν αἱροῦνται. πάλιν δὲκαθʼ ἕκαστον ἡμῶν τὸ μὲν σῶμα, ἅτε ἀνόητον, οὐδὲ αὑτῷ βοηθεῖν ἱκανόν ἐστιν οὐδὲ ὑπὲρ αὑτοῦ φροντίζειν πέφυκεν , ὅ γε τῆς ψυχῆς ἀπολιπούσης οὐδὲ ὀλίγον δύναται διαμένειν, ἀλλὰ παραχρῆμα λύεται καὶ ἀπόλλυται· ἡ ψυχὴ δὲ ὑπὲρ ἐκείνου πάσας μὲν φροντίδας φροντίζει, πάσας δὲ ἐπινοίας σκύλλει καὶ πολλὰ μὲν ἀνιᾶται λυπουμένη. καὶ τὸ μὲν σῶμα παρούσης αὐτὸ μόνον αἰσθάνεται τῆς ἀλγηδόνος· ἡ ψυχὴ δὲ πρὶν ἢ γενέσθαι τὴν ἀλγηδόνα ἀνιᾶται, πολλάκις δὲ καὶ μὴ μελλούσης γίγνεσθαι διʼ ὀρρωδίαν. θανάτου δὲ σῶμα μὲν οὐδέποτε ᾔσθετο· ψυχὴ δὲ καὶ τούτου συνίησι, καὶ πολλὰ πάσχει ῥυομένη μὲν ἐκ νόσων τὸ σῶμα, ῥυομένη δὲ ἐκ πολέμων, ῥυομένη δὲ ἐκ χειμῶνος, ῥυομένη δὲ ἐκ θαλάσσης. οὕτω πανταχῇ ἐπιπονώτερον ψυχὴ καὶ ταλαιπωρότερον σώματος, ὅμως δὲ θειότερον καὶ βασιλικώτερον. καὶ μὴν τῶν γε ἀνθρώπων πᾶς ἂν ὁμολογήσειεν ὡς ἰσχυρότερον καὶ ἡγεμονικώτερον ἀνὴρ γυναικός. ἀλλʼ ἐκείναις μὲν τὰ πολλὰ τῶν ἔργων κατʼ οἰκίαν ἐστί, καὶ ἄπειροι μὲν ὡς τὸ πολὺ χειμώνων διατελοῦσιν, ἄπειροι δὲ πολέμων, ἄπειροι δὲ κινδύνων. τοῖς δὲ ἀνδράσι προσήκει μὲν στρατεύεσθαι, προσήκει δὲ ναυτιλίας προσήκει δὲ πλεῖν , ἀνάγκη δὲ ἐν ὑπαίθρῳ τὰ ἔργα διαπονεῖν. ἀλλʼ οὐ διὰ τοῦτο μᾶλλον ἄν τις μακαρίσειε τῶν ἀνδρῶν τὰς γυναῖκας.