ὁρᾷ γὰρ ὅτι πανταχοῦ τὸ βέλτιον τοῦ ἥττονος ἔταξεν ὁ θεὸς προνοεῖν τε καὶ ἄρχειν, οἷον τέχνην μὲν ἀτεχνίας, ἀσθενείας δὲ δύναμιν, τοῦ δὲ ἀνοήτου τὸ φρόνιμον προνοεῖν καὶ προβουλεύειν ἐποίησεν. ἐν πάσαις δὲ ταύταις ταῖς ἐπιμελείαις τὸ ἄρχειν οὐδαμῶς ῥᾴθυμον, ἀλλὰ ἐπίπονον, οὐδὲ πλεονεκτοῦν ἀνέσεως καὶ σχολῆς, ἀλλὰ φροντίδων καὶ πόνων. αὐτίκα ἐν νηὶ ἐπιβάταις ἔξεστιν ἀμελεῖνκαὶ μηδὲ ὁρᾶν τὴν θάλατταν, ἀλλὰ μηδὲ ὅποι γῆς εἰσι, τὸ τοῦ λόγου, τοῦτο εἰδέναι· καὶ πολλοὶ τὸν τρόπον τοῦτον πλέουσι ταῖς εὐδίαις, οἱ μὲν πεττεύοντες, οἱ δὲ ᾅδοντες, οἱ δὲ εὐωχούμενοι διʼ ἡμέρας· ὅταν δὲ καταλάβῃ χειμών, ἐγκαλυψάμενοι περιμένουσι τὸ συμβησόμενον· οἱ δέ τινες καθυπνώσαντες οὐδὲ ἀνέστησαν, ἕως ἐγένοντο ἐν τῷ λιμένι. τῷ κυβερνήτῃ δὲ ἀνάγκη μὲν ὁρᾶν πρὸς τὸ πέλαγος, ἀνάγκη δὲ ἀποβλέπειν εἰς τὸν οὐρανόν, ἀνάγκη δὲ προσκοπεῖν τὴν γῆν· οὐ μὴν οὐδὲ τὰ ἐν τῷ βυθῷ χρὴ λανθάνειν αὐτόν, ἢ λήσεται περιπεσὼν ὑφάλοις πέτραις ἢ ἀδήλοις ἕρμασι· μόνῳ δὲ ἐκείνῳ τῆς μὲν νυκτὸς ἧττον ἔξεστι καθυπνῶσαι ἢ τοῖσνηχομένοις· ἡμέρας δὲ εἴ πού τι βραχὺ κλέψειε τοῦ ὕπνου, καὶ τοῦτο μετέωρον καὶ ἀμφίβολον, ὡς ἀναβοᾶν πολλάκις ἢ τὸ ἱστίον στέλλειν ἢ παράγειν τὸ πηδάλιον ἢ ἄλλο τι τῶν ναυτικῶν· ὥστε καὶ κοιμώμενος ἐκεῖνος μᾶλλον ἐπιμελεῖται τῆς νεὼς ἢ τῶν ἄλλων οἱ σφόδρα ἐγρηγορότες. ἔν γε μὴν τῷ στρατεύεσθαι τῶν μὲν στρατιωτῶνἕκαστος αὑτῷ μόνῳ ἐπιμελεῖται καὶ ὅπλων καὶ τροφῆς, καὶ ταῦτα οὐ πορίζων, ἀλλʼ ἕτοιμα ἀξιῶν ἔχειν· μόνης δὲ φροντίζει τῆς ὑγιείας τῆς ἑαυτοῦ, μόνης δὲ τῆς σωτηρίας.