<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0612.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="speech" xml:base="urn:cts:greekLit:tlg0612.tlg001.perseus-grc2" n="3"><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0612.tlg001.perseus-grc2:3" n="53"><p>ἡγεῖται δὲ τὴν μὲν ἀρετὴν ὁσιότητα, τὴν δὲ κακίαν πᾶσαν ἀσέβειαν. εἶναι γὰρ ἐναγεῖς καὶ ἀλιτηρίους οὐ μόνον τοὺς τὰ ἱερὰ συλῶντας ἢ λέγοντάς τι βλάσφημον περὶ τῶν θεῶν, ἀλλὰ πολὺ μᾶλλον τούς τε δειλοὺς καὶ ἀδίκους καὶ ἀκρατεῖς καὶ ἀνοήτους καὶ καθόλου τοὺς ἐναντίον τι πράττοντας τῇ τε δυνάμει καὶ βουλήσει τῶν θεῶν.</p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0612.tlg001.perseus-grc2:3" n="54"><p>οὐ μόνον δὲ ἡγεῖται θεούς, ἀλλὰ καὶ δαίμονας καὶ ἥρωας ἀγαθοὺς τὰς τῶν ἀγαθῶν ἀνδρῶν ψυχὰς μεταβαλούσας ἐκ τῆς θνητῆς φύσεως·</p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0612.tlg001.perseus-grc2:3" n="55"><p>τοῦτο δὲ βεβαιοῖ τὸ δόγμα οὐχ ἥκιστα χαριζόμενος αὑτῷ. τήν τε τῶν ἀνθρώπων ἐπιμέλειαν οὐ πάρεργον οὐδὲ ἀσχολίαν ἄλλως νενόμικεν, βαρυνόμενος οἶμαι τὰς φροντίδας, ἀλλὰ ἔργον αὑτοῦ καὶ τέχνην ταύτην. καὶ ὅταν μὲν ἄλλο τι ποιῇ, οὐδὲν ἡγεῖται σπουδαῖον οὐδὲ τῶν αὑτοῦ πράττειν· ὅταν δὲ ἀνθρώπους ὠφελῇ, τότε νομίζει τὸ προσῆκον ἀποτελεῖν, ἅτε ὑπὸ τοῦ μεγίστου θεοῦ ταχθεὶς ἐπὶ τοῦτο τὸ ἔργον, ᾧ ἀπειθεῖν οὐ θέμις οὐδὲν οὐδὲ ἄχθεσθαι.</p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0612.tlg001.perseus-grc2:3" n="56"><p><del>ἅτε προσηκούσας αὑτῷ νομίζων τὰς εὐεργεσίας</del>. οὐδεὶς γὰρ οὕτω μαλακὸς οὐδὲ φιλήδονος <milestone unit="mpage" xml:id="mp.46"/> ὃς οἰχ ἥδεται τῇ αὑτοῦ πράξει, κἂν τύχῃ ἐπίπονος· ὡς ἥκιστα μὲν κυβερνήτης <add>ἂν</add> ἀχθεσθείη τοῖς ἐν θαλάττῃ πόνοις, ἥκιστα δὲ γεωργὸς τοῖς περὶ γεωργίαν ἔργοις, ἥκιστα δὲ κυνηγέτης οἷς δεῖ θηρῶντα κάμνειν· καίτοι σφόδρα μὲν ἐπίπονον γεωργία, σφόδρα δὲ κυνηγεσία.</p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0612.tlg001.perseus-grc2:3" n="57"><p>οὐ μὴν ἀπαξιοῖ τὸ κάμνειν καὶ ἐνοχλεῖσθαι τῶν ἄλλων ἕνεκεν, οὐδὲ ταύτῃ χεῖρον πράττειν νενόμικεν, ἐὰν δέῃ πλείστους αὐτὸν ἀνέχεσθαι πόνους καὶ πλεῖστα πράγματα ἔχειν.</p></div></div></div></body></text></TEI>