<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0612.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="speech" xml:base="urn:cts:greekLit:tlg0612.tlg001.perseus-grc2" n="3"><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0612.tlg001.perseus-grc2:3" n="48"><p>τρισὶ δὲ ταύταις, ὥσπερ εἴρηται, πολιτείαις τρεῖς ἐναντίαι <del>καὶ</del> παράνομοι διαφθοραί, ἡ μὲν πρώτη <del>τε καὶ ἀρίστη καὶ μόνη <pb xml:id="v.1p.42"/> δυνατή</del>, τυραννίς, ἑνὸς ὕβρει καὶ βίᾳ τοῦ κακίστου τῶν ἄλλων ἀπολλυμένων· ἡ δὲ μετʼ ἐκείνην ὀλιγαρχία, σκληρὰ καὶ ἄδικος πλεονεξία πλουσίων τινῶν καὶ πονηρῶν ὀλίγων ἐπὶ τοὺς πολλοὺς καὶ ἀπόρους συστᾶσα·</p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0612.tlg001.perseus-grc2:3" n="49"><p>ἡ δὲ ἑξῆς ποικίλη καὶ παντοδαπὴ φορὰ πλήθους οὐδὲν εἰδότος ἁπλῶς, ταραττομένου δὲ ἀεὶ καὶ ἀγριαίνοντοσὑπὸ ἀκολάστων δημαγωγῶν, ὥσπερ κλύδωνος ἀγρίου καὶ χαλεποῦ ὑπὸ ἀνέμων σκληρῶν μεταβαλλομένου. τούτων μὲν οὖν ὁ λόγος ἄλλως ἐπεμνήσθη, πολλὰ παθήματα καὶ συμφορὰς ἑκάστης αὐτῶν ἐκ τοῦ πρότερον χρόνου δεῖξαι δυνάμενος·</p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0612.tlg001.perseus-grc2:3" n="50"><p>περὶ δὲ τῆς εὐδαίμονός τε καὶ θείας καταστάσεως τῆς νῦν ἐπικρατούσης χρὴ διελθεῖν ἐπιμελέστερον.πολλαὶ μὲν οὖν εἰκόνες ἐναργεῖς καὶ παραδείγματα οὐκ ἀμυδρὰ τῆσδε τῆς ἀρχῆς, ἔν τε ἀγέλαις καὶ σμήνεσι διασημαινούσης τῆς φύσεως τὴν κατὰ φύσιν τοῦ κρείττονος τῶν ἐλαττόνων ἀρχὴν καὶ πρόνοιαν· οὐ μὴν φανερώτερον οὐδὲ κάλλιον ἕτερον <add>ἂν</add> γένοιτο τῆς τοῦ παντὸς ἡγεμονίας, ἣ ὑπὸ τῷ πρώτῳ τε καὶ ἀρίστῳθεῷ ΤΑ περὶ τοῦ ΔΙΟΣ</p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0612.tlg001.perseus-grc2:3" n="51"><p>τοιοῦτος δὲ ὢν πρῶτον μέν ἐστι θεοφιλής, ἅτε τῆς μεγίστης <milestone unit="mpage" xml:id="mp.45"/> τυγχάνων παρὰ θεῶν τιμῆς καὶ πίστεως. καὶ πρῶτόν γε καὶ μάλιστα θεραπεύσει τὸ θεῖον, οὐχ ὁμολογῶν μόνον, ἀλλὰ καὶ πεπεισμένος εἶναι θεούς, ἵνα δὴ καὶ αὐτὸς ἔχῃ τοὺς κατʼ ἀξίαν ἄρχοντας.</p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0612.tlg001.perseus-grc2:3" n="52"><p>ἡγεῖται δὲ τοῖς ἄλλοις ἀνθρώποις συμφέρειν τὴν αὑτοῦ πρόνοιαν οὕτως ὡς αὐτῷ τὴν ἐκείνων ἀρχήν. καὶ μὴν ἐκεῖνο ἑαυτῷ συνειδὼς ὡς οὔποτε δῶρον δέξεται παρὰ κακῶν ἀνδρῶν, οὐδὲ τοὺς θεοὺς ἀναθήμασιν οὐδὲ θυσίαις οἴεται χαίρειν τῶν ἀδίκων <del>ἀνδρῶν</del>, παρὰ μόνων δὲ τῶν ἀγαθῶν προσίεσθαι τὰ διδόμενα.τοιγαροῦν θεραπεύειν ἀφθόνως αὐτοὺς σπουδάσει καὶ τούτοις· ἐκείνοις γε μὴν οὐδέποτε παύσεται τιμῶν, τοῖς καλοῖς ἔργοις καὶ <pb xml:id="v.1p.43"/> ταῖς δικαίαις πράξεσιν. ἕκαστόν γε μὴν τῶν θεῶν ἱλάσκεται κατὰ <del>τὴν τοῦ θεοῦ</del> δύναμιν.</p></div></div></div></body></text></TEI>