<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0612.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="speech" xml:base="urn:cts:greekLit:tlg0612.tlg001.perseus-grc2" n="3"><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0612.tlg001.perseus-grc2:3" n="33"><p>εἴ δὲ αὖ δειλὸς καὶ ἀνόητος καὶ ἀσελγὴς καὶ παράνομος καὶ διʼ ὕβριν ταῦτα ἐπιχειρῶν, τοὐναντίον ἔμοιγε ἀσθενέστερος εἶναι δοκεῖ τῶν σφόδρα πενήτων καὶ μηδὲ ἕνα γῆς κεκτημένων βῶλον, ὥστε διαθρύψαι μακέλλῃ τροφῆς ἕνεκεν, <del>οὐχ ὅπως τὰ μέγιστα διθρύπτειν ὄρη, καθάπερ σὺ φῄς</del>.</p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0612.tlg001.perseus-grc2:3" n="34"><p>ὁ γὰρ ἀδύνατος μὲν ὀργὴν ἐπικατασχεῖν πολλάκις ὑπὲρ μικρῶν γιγνομένην, ἀδύνατος δὲ ἐπιθυμίαν παῦσαι τῶν αἰσχίστων, ἀδύνατος <milestone unit="mpage" xml:id="mp.42"/> δὲ ἀπώσασθαι λύπην, ἐνίοτε μηδενὸς λυπηροῦ παρόντος, οὐ δυνάμενος δὲ ὑπομεῖναι πόνους, οὐδὲ τοὺς ἡδονῆς ἕνεκεν γιγνομένους, ἀδύνατος δὲ τῆς ψυχῆς ἀπελάσαι φόβον, οὐδὲν ὠφελοῦντα ἐν τοῖς δεινοῖς, ἀλλὰ τὰ μέγιστα βλάπτοντα, </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0612.tlg001.perseus-grc2:3" n="35"><p>πῶς οὐκ ἄνανδρος σφόδρα, ἡττώμενος μὲν γυναικῶν, ἡττώμενος δὲ εὐνούχων; ἢ σὺ <del>τὸν</del> ἰσχυρὸν εἶναι λέγεις τὸν καὶ τοῦ μαλακωτάτου πάντων ἀσθενέστερον, ὕπνου; ὑφʼ οὗ ξυμποδισθεὶς πολλάκις ἄνευ δεσμῶν οὐχ ὅπως ἄλλοις, ἀλλʼ οὐδʼ ἑαυτῷ δύναται βοηθεῖν οὐδὲ ἐπίκουρον οὐδένα καλέσαι τῶν βουλομένων ἀμύνειν;</p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0612.tlg001.perseus-grc2:3" n="36"><p>ταῦτα δὲ ἀκούσας εἶπεν, Ἐκεῖνο μέντοι οἶσθα δήπου, ὦ Σώκρατες, ὅτι τῆς ἁπάσης οἰκουμένης τοῦ πλείστου καὶ ἀρίστου βασιλεύει μέρους. ἔξω γὰρ τῆς Ἑλλάδος καὶ τῆς Ἰταλίας καί τινων ὀλίγων ἐθνῶν ἄλλων τῶν κατὰ τὴν Εὐρώπην ξύμπαντα τἄλλα ὑφʼ ἑαυτῷ πεποίηται, </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0612.tlg001.perseus-grc2:3" n="37"><p>καὶ τῆς μὲν <pb xml:id="v.1p.40"/> καλουμένης Ἀσίας ὅλης ἄρχει μέχρις Ἰνδῶν· πολλοὺς δὲ καὶ αὐτῶν φασιν ὑπακούειν· τῆς δὲ Λιβύης τοῦ πλείονος μέρους· ἐν δὲ τῇ Εὐρώπῃ Θρᾴκης καὶ Μακεδονίας· ἁπάντων τούτων κρατεῖ· ὅθεν δὴ καὶ μέγας βασιλεὺς κέκληται μόνος ἐκεῖνος.</p></div></div></div></body></text></TEI>