<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0612.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="speech" xml:base="urn:cts:greekLit:tlg0612.tlg001.perseus-grc2" n="3"><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0612.tlg001.perseus-grc2:3" n="3"><p>αὐτίκα τὰς μὲν ἀλόγους ἡδονὰς ὑποπτεύεις, καθάπερ ἀνθρώπους κόλακας, τοὺς δὲ πόνους ὑπομένεις, ἐλέγχους ὑπολαμβάνων εἶναι τῆς ἀρετῆς. ἐπειδὴ δὲ ὁρῶ σε, αὐτοκράτορ, ἐντυγχάνοντα τοῖς παλαιοῖς ἀνδράσι καὶσυνιέντα φρονίμων καὶ ἀκριβῶν λόγων, φημὶ δὴ σαφῶς ἄνδρα εἶναι μακάριον, τὸν μεγίστην μὲν ἔχοντα δύναμιν μετὰ τοὺς θεούς, κάλλιστα δὲ τῷ δύνασθαι χρώμενον.</p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0612.tlg001.perseus-grc2:3" n="4"><p>ᾧ γὰρ ἐξὸν ἁπάντων μὲν ἀπολαύειν τῶν <milestone unit="mpage" xml:id="mp.37"/> ἡδέων, μηδενὸς δὲ πειρᾶσθαι τῶν ἐπιπόνων, ῥᾳθυμοῦντα δὲ ὡς οἷόν τε βιοτεύειν, συνελόντι δὲ εἰπεῖν, πράττοντα ὅ,τι βούλεται,οὐ μόνον κωλύοντος οὐδενὸς <del>ὅ,τι βούλεται</del> ἀλλὰ καὶ ἐπαινούντων ἁπάντων, οὗτος ὁ ἀνήρ, </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0612.tlg001.perseus-grc2:3" n="5"><p>ὅταν ᾖ νομιμώτερος μὲν δικαστὴς τῶν κατὰ κλῆρον δικαζόντων, ἐπιεικέστερος δὲ βασιλεὺς τῶν ὑπευθύνων ἐν ταῖς πόλεσιν ἀρχόντων, δικαιότερος δὲ στρατηγὸς τῶν ἑπομένων στρατιωτῶν, φιλοπονώτερος δὲ ἐν ἅπασι τοῖς ἔργοις τῶνὑπʼ ἀνάγκης πονούντων, ἔλαττον δὲ βουλόμενος τρυφᾶν τῶν μηδεμιᾶς εὐπορούντων τρυφῆς, εὐνούστερος δὲ τοῖς ὑπηκόοις τῶν φιλοτέκνων <pb xml:id="v.1p.35"/> πατέρων, φοβερώτερος δὲ τοῖς πολεμίοις τῶν ἀνικήτων καὶ ἀμάχων θεῶν, πῶς οὐκ ἂν εἴποι τις τοῦδε τοῦ ἀνδρὸς ἀγαθὸν εἶναι τὸν δαίμονα, οἰκ αὐτῷ μόνον, ἀλλὰ καὶ τοῖς ἄλλοις ἅπασι;</p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0612.tlg001.perseus-grc2:3" n="6"><p>τῶν μὲν γὰρ πολλῶν ἀνθρώπων καὶ ἰδιωτῶν <del>μικράν τινα ἀρχὴν ἐχόντων</del> ὀλίγος ὁ δαίμων καὶ μόνου τοῦ ἔχοντος· ὅτου δʼ ἄν παμπληθεῖς μὲν ὑπακούωσι πόλεις, πάμπολλα δὲ ἔθνη κυβερνᾶται διὰ τῆς <del>ἐκείνου</del> γνώμης, ἀνήριθμα δὲ φῦλα ἀνθρώπων καὶ ἄμικτα ἀλλήλοις ἀποβλέπῃ πρὸς τὴν φρόνησιν, πάντων οὗτος ἀνθρώπων γίγνεται σωτὴρ καὶ φύλαξ, ἄνπερ ᾖ τοιοῦτος. τοῦ γὰρ πάντων ἄρχοντος καὶ κρατοῦντος ἡ μὲν φρόνησις ἱκανὴ καὶ τοὺς ἄφρονας ὠφελεὶν· βουλεύεται γὰρ ὁμοίως ὑπὲρ πάντων.</p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0612.tlg001.perseus-grc2:3" n="7"><p>ἡ δὲ σωφροσύνη καὶ τοὺς ἀκολαστοτέρους σωφρονεστέρους ποιεῖ· ἐφορᾷ γὰρ ὁμοίως ἅπαντας. ἡ δὲ δικαιοσύνη καὶ τοῖς ἀδίκοις αὑτῆς μεταδίδωσιν, ἡ δὲ ἀνδρεία καὶ τοὺς ἧττον εὐψύχους οὐ μόνον σῴζειν, ἀλλὰ καὶ θαρραλεωτέρους ποιεῖν δύναται.</p></div></div></div></body></text></TEI>