τοῖς δὲ ἀληθεύουσιν οὐχ οἷόν τε ἕτερα εἰπεῖν τῶν ἀληθῶν. ἐγὼ δὲ εἰ μὲν ἑώρων ἄλλην ὑπόθεσιν σπουδαιοτέραν ἢ σοὶ μᾶλλον προσήκουσαν, ἐκείνην ἂν ἐπεχείρουν ποιήσασθαι. νῦν δὲ οὔτε ἰατρὸν ἄλλους τινὰς ἀκούειν ἢ λέγειν λόγους φαίην ἂν ὀρθῶς ἢ τοὺς περὶ ὑγιείασσώματος καὶ νόσου· οὗτοι γὰρ ὑγιεινοὶ καλοῦνται ἰατροῖς· οὔτε κυβερνήτην ἢ τοὺς περὶ ὡρῶν καὶ ἀνέμων καὶ ἄστρων· οὗτοι γὰρ κυβερνητικοὶ δικαίως λέγονται· οὔτε ἄρχοντα καὶ βασιλέα ἢ τοὺς περὶ ἀρχῆς τε καὶ διοικήσεως ἀνθρώπων. ὡς δὲ καὶ περὶ τούτων ἐνόμιζε Σωκράτης πειράσομαι εἰπεῖν. μετὰ γὰρ τὴν ἀπόκρισιν τὴν περὶ τῆς εὐδαιμονίας ἐπύθετο τοῦ Σωκράτους ὁ ἐκεῖνο τὸ ἐρώτημα ἐρωτήσας, ὦ Σώκρατες, ἔφη, τοῦτο μὲν ἐπίστασαι παντὸς μᾶλλον, ὅτι τῶν ὑπὸ τὸν ἥλιον ἀνθρώπων ἐκεῖνός ἐστιν ἰσχυρότατος καὶ μηδὲ τῶν θεῶν αὐτῶν ἥττονα ἔχων δύναμιν, ᾧ γε ἔνεστι καὶ τὰ ἀδύνατα δοκοῦντα ποιῆσαι δυνατά, εἰ βούλοιτο πεζεύεσθαι μὲν τὴν θάλατταν, πλεῖσθαι δὲ τὰ ὄρη, τοὺς δὲ ποταμοὺς ἐκλείπειν ὑπὸ ἀνθρώπων πινομένους . ἢ οὐκ ἀκήκοας ὅτι Ξέρξης ὁ τῶν Περσῶν βασιλεὺς τὴν μὲν γῆν ἐποίησε θάλατταν, διελὼν τὸ μέγιστον τῶν ὀρῶν καὶ διαστήσας ἀπὸ τῆς ἠπείρου τὸν Ἄθω, διὰ δὲ τῆς θαλάττης τὸν πεζὸν στρατὸν ἄγων ἤλαυνεν ἐφʼ ἅρματος; ὥσπερ οἶμαι τὸν Ποσειδῶνά φησιν Ὅμηρος· καὶ τυχὸν ὁμοίως οἵ τε δελφῖνες καὶ τὰ κήτη κάτωθεν ὑπέπλει τὴν σχεδίαν, ὁπότε ἐκεῖνος ἤλαυνεν. καὶ ὁ Σωκράτης, Οὐδὲ τοῦτό σοι ἔχω εἰπεῖν, εἴτε μέγιστον ὁ ταῦτα ποιῶν δύναται, καθάπερ σὺ λέγεις, εἴτε ἐλάχιστον ἢ τὸ παράπαν οὐδέν. αὐτίκα εἰ μὲν ἦν σώφρων καὶ ἀνδρεῖος καὶ δίκαιος καὶ μετὰ γνώμης ἔπραττεν ὅσα ἔπραττεν, ἰσχυρὸν αὐτὸν ἡγοῦμαι καὶ μεγίστην ἔχειν τῷ ὄντι δύναμιν·