<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0612.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="speech" xml:base="urn:cts:greekLit:tlg0612.tlg001.perseus-grc2" n="3"><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0612.tlg001.perseus-grc2:3" n="23"><p>καθόλου δὲ φωραθεὶς μὲν ὁ κόλαξ οὐ καταγιγνώσκεται μόνον, ἀλλὰ καὶ μισεῖται· δοκεῖ γὰρ καταγελῶν λέγειν· πείσας δὲ ὡς ἀληθῶς λέγει οὐ μεγάλης τινὸς τυγχάνει χάριτος. τί γὰρ καὶ δοκεῖ χαρίζεσθαι τἀληθῆ λέγων;</p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0612.tlg001.perseus-grc2:3" n="24"><p>πολύ γε μὴν πονηρότερός ἐστι τῶν ψευδομένων μαρτύρων. οἱ μὲν γὰρ οὐ διαφθείρουσι τὸν δικαστήν, ἀλλὰ μόνον ἐξαπατῶσιν· ὁ δὲ κολακεύων ἅμα δεκάζει τῷ ἐπαίνῳ.</p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0612.tlg001.perseus-grc2:3" n="25"><p>ἵνα δὲ μήτε ἐγὼ κολακείας αἰτίαν ἔχω τοῖς θέλουσι διαβάλλειν μήτε σὺ τοῦ κατʼ ὀφθαλμοὺς ἐθέλειν ἐπαινεῖσθαι, ποιήσομαι τοὺς λόγους ὑπὲρ τοῦ χρηστοῦ βασιλέως, ὁποῖον εἶναι δεῖ <pb xml:id="v.1p.38"/> καὶ τίς ἡ διαφορὰ τοῦ προσποιουμένου μὲν ἄρχοντος εἶναι, </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0612.tlg001.perseus-grc2:3" n="26"><p>πλεῖστον δὲ ἀπέχοντος ἀρχῆς καὶ βασιλείας. εἰ δέ τις φήσει με τοὺς αὐτοὺς ποιεῖσθαι λόγους, τοῦτο ἂν εἴη κοινὸν ἐμοὶ τὸ ἔγκλημα καὶ Σωκράτει. φασὶ γάρ ποτε Ἱππίαν τὸν Ἠλεῖον, διὰ χρόνου πλείονος ἀκούοντα τοῦ Σωκράτους περὶ δικαιοσύνης καὶ ἀρετῆς λέγοντος, </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0612.tlg001.perseus-grc2:3" n="27"><p>καὶ παραβάλλοντος, ὥσπερ εἰώθει, τοὺς κυβερνήτας καὶ ἰατροὺς καὶ σκυτοτόμους καὶ κεραμέας, εἰπεῖν, ἅτε σοφιστήν, Πάλιν σὺ ταὐτά, Σώκρατες; καὶ ὅς γελάσας ἔφη, Καὶ περὶ τῶν αὐτῶν. σὺ μὲν γάρ, ὡς ἔοικεν, ὑπὸ σοφίας οὐδέποτε ταὐτὰ περὶ τῶν αὐτῶν λέγεις, ἡμῖν δὲ ἓν τοῦτο δοκεῖ τῶν καλλίστων εἶναι. τοὺς μὲν γὰρ ψευδομένους οἴδαμεν πολλὰ καὶ ἀνόμοια λέγοντας·</p></div></div></div></body></text></TEI>