ᾧ γὰρ ἐξ ἁπάντων ἀνθρώπων ἐκλέξασθαι τοὺς πιστοτάτους ὑπάρχει, καὶ σχεδὸν οὐδείς ἐστιν ὃς οὐκ ἂν ἄσμενος ὑπακούσειεν αὐτῷ βουλομένῳχρῆσθαι, πῶς οὐ καταγέλαστον τοῦτον μὴ χρῆσθαι τοῖς σπουδαιοτάτοις; οἱ μὲν γὰρ πολλοὶ τῶν δυναστῶν τοὺς ὅπως δήποτε πλησίον γενομένους καὶ τοὺς κολακεύειν ἐθέλοντας, τούτους μόνους ὁρῶσι, τοὺς δὲ ἄλλους πάντας ἀπελαύνουσι, καὶ τούς γε βελτίστους ἔτι μᾶλλον. ὁ δὲ ἐξ ἁπάντων ποιεῖται τὴν ἐκλογήν, ἄτοπον ἡγούμενοσΝισαίους μὲν ἵππους μεταπέμπεσθαι, ὅτι βελτίους εἰσὶ τῶν Θετταλῶν, καὶ κύνας Ἰνδικάς, ἀνθρώποις δὲ μόνοις χρῆσθαι τοῖς ἐγγύς. πάντα γὰρ ὑπάρχει τούτῳ, διʼ ὧν ἐστι φιλία κτητόν. προσάγεται γὰρ εἰς εὔνοιαν τοὺς μὲν φιλοτίμους ἔπαινος, τοὺς δὲ ἡγεμονικοὺς τὸ ἀρχῆς μεταλαμβάνειν, τοὺς δὲ αὖ πολεμικοὺς τὸ πράττειν τι τῶν πολεμικῶν, τοὺς δὲ ἐπιμελεῖς τὸ πράγματα διοικεῖν· τούς γε μὴν φιλοστόργους ἡ συνήθεια. τίς οὖν δύναται μᾶλλον ἄρχοντας ἀποδεικνύειν; τίς δὲ πλειόνων δεῖται τῶν ἐπιμελουμένων; τίς δὲ κύριος μειζόνων μεταδοῦναι πραγμάτων; τίνι δὲ μᾶλλον ἔξεστιν ἑτέρῳ πιστεύειν τὰ πρὸς πόλεμον; αἱ παρὰ τίνος δὲ τιμαὶ φανερώτεραι; ἡ παρὰ τίνι δὲ εὐδοξοτέρα τράπεζα; εἰ δὲ ὠνητὸν ὑπῆρχε φιλία, τίς εὐπορώτερος χρημάτων, ὥστε μηδένα ἔχειν τὸν ἀντιποιησόμενον; καὶ οὐ μόνον οὐδὲν ἡγεῖται ποιεῖν ἄτοπον, ἀλλὰ καὶ ἀγάλλεται μᾶλλον μὲν ὑπὸ τῶν νεωτέρων ἀγαπώμενος ἢ οἱ γονεῖς, μᾶλλον δὲ ὑπὸ τῶν πρεσβυτέρων ἢ τοὺς παῖδας ἀγαπῶσι, μᾶλλον δὲ ὑπὸ τῶν συνόντων ἢ τοὺς ἐξ ἴσου συνόντας ἀγαπῶσι, μᾶλλον δὲ ὑπὸ τῶν ἀκοῇ μόνον ἀκουόντων ἢ οἱ σφόδρα ἐγγὺς ὄντες ἀγαπῶσι·