<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0612.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="speech" xml:base="urn:cts:greekLit:tlg0612.tlg001.perseus-grc2" n="3"><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0612.tlg001.perseus-grc2:3" n="113"><p>φιλοσυγγενέστατος δὲ ὢν καὶ φιλοικειότατος ἔσθʼ ὅπῃ μεῖζον ἀγαθὸν νενόμικε τὴν φιλίαν τῆς συγγενείας. ἄνευ μὲν γὰρ συγγενείας οἱ φίλοι χρήσιμοι, ἄνευ δὲ φιλίας οὐδὲ οἱ σφόδρα ἐγγὺς ὠφέλιμοι. τοσούτου δὲ ἀξίαν κρίνει τὴν φιλίαν, ὥστε οὐδένα ἡγεῖται τῶν πώποτε ἠδικῆσθαι ὑπὸ φίλου, ἀλλὰ τοῦτο δὴ ἓν τῶν λεγομένων ἀδυνάτων εἶναι <del>ὥστε καὶ παθεῖν ὑπὸ φίλου κακῶς τῶν ἀδυνάτων εἶναι κέκρικεν</del>.</p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0612.tlg001.perseus-grc2:3" n="114"><p>ἅμα γάρ τις ἀδικῶν πεφώραται καὶ δῆλον πεποίηκεν ὅτι οὐκ ἦν φίλος. ὅσοι δὲ πεπόνθασι δεινόν, ὑπʼ ἐχθρῶν πεπόνθασι, λεγομένων μὲν φίλων, ἀγνοουμένων δὲ ὅτι ἦσαν ἐχθροί. δεῖ οὖν καταμέμφεσθαι τὴν αὑτῶν ἄγνοιαν, ἀλλὰ μὴ ψέγειν τὸ τῆς φιλίας ὄνομα.</p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0612.tlg001.perseus-grc2:3" n="115"><p>καίτοι πατέρα γε ὄντα οὐκ ἀδύνατον υἱὸν ἀδικῆσαι καὶ παῖδα περὶ τοὺς γονέας ἐξαμαρτεῖν· ὁμοίως δὲ ἀδελφοὺς ἀλλήλων κακόν τι ἀπολαῦσαι. οὕτως δὲ πάνυ τὴν φιλίαν ἱερὸν νενόμικεν ὥστε καὶ τοὺς <pb xml:id="v.1p.54"/> θεοὺς αὑτῷ πειρᾶται ποιεῖν φίλους.</p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0612.tlg001.perseus-grc2:3" n="116"><p><del>ἐν ἅπασι μὲν οὖν τοῖς εἰρημένοις ἔστι συννοεῖν ὅτι πάντα τἀναντία τοῖς τυράννοις κακὰ πρόσεστιν ὧν ἐμνήσθημεν ἀγαθῶν, οὐχ ἥκιστα δὲ ἐν τῷ νῦν λεγομένῳ. πάντων γὰρ ἀπορώτατός ἐστι φιλίας τύραννος· οὐδὲ γὰρ δύναται ποιεῖσθαι φίλους. τοὺς μὲν γὰρ ὁμοίους αὑτῷ, πονηροὺσὑφορᾶται, ὑπὸ δὲ τῶν ἀνομοίων καὶ ἀγαθῶν μισεῖται.</del></p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0612.tlg001.perseus-grc2:3" n="117"><p><del>ὁ δὲ μισούμενος ἐχθρὸς καὶ τοῖς ἀδίκοις ἄδικος. οἱ μὲν γὰρ δικαίως μισοῦσιν αὐτόν, οἱ δὲ τῶν αὐτῶν ἐπιθυμοῦντες ἐπιβουλεύουσιν.</del></p></div></div></div></body></text></TEI>