<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0612.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="speech" xml:base="urn:cts:greekLit:tlg0612.tlg001.perseus-grc2" n="3"><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0612.tlg001.perseus-grc2:3" n="108"><p>καὶ τοίνυν οὐχ ἧττον αἱ τῶν φίλων εὐπάθειαι τὸν ἀγαθὸν πεφύκασιν εὐφραίνειν τῆς αὐτοῦ τινος τέρψεως. πῶς γὰρ οὐ μακαριστόν, ὅτῳ πάρεστι πολλοῖς <pb xml:id="v.1p.52"/> μὲν σώμασιν ἡδόμενον εὐφραίνεσθαι, <del>πολλαῖς δὲ διανοίαις φροντίζοντα βουλεύεσθαι</del> πολλαῖς δὲ ψυχαῖς εὐτυχοῦντα χαίρειν;</p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0612.tlg001.perseus-grc2:3" n="109"><p>εἰ δὲ δόξα τοῖς φιλοτίμοις περισπούδαστον, πολλάκις ἂν εὐδοξεῖν εἴη τῶν φίλων ἐπαινουμένων. <del>εἰ δὲ πλοῦτος πέφυκεν εὐφραίνειν τοὺς κτωμένους, πολλάκις ἂν εἴη πλούσιος ὁ τοῖς φίλοις μεταδιδοὺς τῶν παρόντων.</del></p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0612.tlg001.perseus-grc2:3" n="110"><p> καὶ τοίνυν ἡδὺ μὲν χαρίζεσθαι τοῖς ἐλευθέροις, ἀφθόνων ὄντων, ἡδὺ δὲ λαμβάνειν δῶρα, δικαίως λαμβάνοντα καὶ διʼ ἀρετήν· ὁ τοίνυν τοῖς φίλοις χαριζόμενος ἥδεται ἅμα μὲν ὡς διδούς, ἅμα δὲ ὡς αὐτὸς κτώμενος. καὶ γὰρ δὴ παλαιός ἐστιν ὁ λόγος ὁ κοινὰ ἀποφαίνων τὰ τῶν φίλων. <del>οὐκοῦν ἀγαθῶν παρόντων τοῖς ἀγαθοῖς οὐχ ἥκιστα ἂν εἴη ταῦτα κοινά.</del></p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0612.tlg001.perseus-grc2:3" n="111"><p> ἐν μὲν οὖν τοῖς ἄλλοις οὐ πάντως ὑπερβάλλειν τοὺς ἰδιώτας ὁ τοιοῦτος βασιλεὺς βούλεται, πολλαχοῦ δὲ καὶ ἔλαττον ἐκείνων ἔχειν, οἷον σχολῆς, ῥᾳθυμίας, ἀνέσεως· ἐν μόνῃ δὲ φιλίᾳ βούλεται πλεονεκτεῖν.</p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0612.tlg001.perseus-grc2:3" n="128"><p><milestone unit="mpage" xml:id="mp.55"/>οὐχ οὕτως δʼ ἡγεῖται μακάριον ὅτι ἔξεστι κεκτῆσθαι καλλίστους μὲνἵππους, κάλλιστα δὲ ὅπλα, καλλίστην δὲ ἐσθῆτα, καὶ τἄλλα ὁμοίως, ἀλλʼ ὅτι φίλους τοὺς καλλίστους, καὶ πολύ γε αἴσχιον φιλίας ἐνδεέστερον ἔχειν τῶν ἰδιωτῶν ἢ τούτων τινός.</p></div></div></div></body></text></TEI>