ᾧ γὰρ πλεῖστοι μὲν καὶ ἄριστοι φίλοι, δυσμενὴς δὲ φαυλότατος, εἴτις ἄρα ἐστί, καὶ πολλοὶ μὲν οἱ ἀγαπῶντες, πλείους δὲ οἱ ἐπαινοῦντες, ψέγειν δὲ οὐδεὶς δυνάμενος, πῶς ὁ τοιοῦτος οὐ τελέως εὐδαίμων; ὁ γὰρ τοιοῦτος ἀνὴρ πολλοὺς μὲν ἔχει τοὺς συνηδομένους, οὐδένα δὲ ἐφηδόμενον καὶ διὰ τὸ εὐτυχεῖν ἐφʼ ἅπασι καὶ διὰ τὸ πολλοὺς μὲν ἔχειν φίλους, μηδένα δὲ ἐχθρόν. εἰ δὲ ὀφθαλμοὶ καὶ ὦτα καὶ γλῶττα καὶ χεῖρες ἀνθρώπῳ τοῦ παντὸς ἄξια οὐ μόνον πρὸς τὸ ἥδεσθαι ζῶντα, ἀλλὰ δύνασθαι ζῆν, τούτων οὐκ ἔλαττον, ἀλλὰ καὶ μᾶλλον φίλοι χρήσιμοι. διὰ μὲν γὰρ τῶν ὀφθαλμῶν μόλις ὁρᾶν ἔστι τὰ ἐμποδών, διὰ δὲ τῶν φίλων καὶ τὰ ἐπὶ γῆς πέρασι θεᾶσθαι. καὶ διὰ μὲν τῶν ὤτων οὐκ ἄν τις ἀκούσαι ἢ τῶν σφόδρα ἐγγύθεν, διὰ δὲ τῶν εὐνοούντων οὐδενὸς τῶν ἀναγκαίων ὅπου δήποτε ἀνήκοός ἐστι. καὶ τῇ μὲν γλώττῃ μόνοις τοῖς παροῦσι σημαίνει, καὶ ταῖς χερσίν, εἰ καὶ σφόδρα εἴη καρτερός, οὐκ ἂν ἐργάσαιτο πλεῖον ἔργον ἢ δύʼ ἀνδρῶν· διὰ δὲ τῶν φίλων δύναται καὶ πᾶσιν ἀνθρώποις διαλέγεσθαι καὶ πάντων ἔργων ἐφικνεῖσθαι. οἱ γὰρ εὐνοοῦντες πάντα ἐκείνῳ συμφέροντα καὶ λέγουσι καὶ δρῶσι. τὸ δὲ δὴ πάντων παραδοξότατον, ἕνα γὰρ ὄντα ἐγχωρεῖ, ὅστις πολύφιλος, πολλὰ μὲν ἐν ταὐτῷ χρόνῳ πράττειν, περὶ πολλῶν δὲ ἅμα βουλεύεσθαι, πολλὰ δὲ ὁρᾶν, πολλὰ δὲ ἀκούειν, ἐν πολλοῖς δὲ ἅμα εἶναι τόποις, ὃ καὶ τοῖς θεοῖς χαλεπόν, ὡς μηδαμοῦ μηδὲν ἔρημον ἀπολείπεσθαι τῆς ἐκείνου προνοίας.