<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0612.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="speech" xml:base="urn:cts:greekLit:tlg0612.tlg001.perseus-grc2" n="2"><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0612.tlg001.perseus-grc2:2" n="72"><p> θεοῖς γε μὴν τοῖς ἀμείνοσιν ἕπεσθαι, καθάπερ οἶμαι νομεῦσιν ἀγαθοῖς, καὶ τὴν κρείττω καὶ μακαριωτέραν φύσιν προτιμᾶν, δεσπότας αὑτοῦ καὶ ἄρχοντας νομίζοντα ἐκείνους, καὶ τοῦ μεγίστου καὶ πρώτου βασιλέως θεοῦ κτῆμα ἀποφαίνοντα τιμιώτατον πρῶτον μὲν αὑτόν, ἔπειτα τοὺς ἄλλους τοὺς ὑπʼ αὐτῷ τεταγμένους.</p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0612.tlg001.perseus-grc2:2" n="73"><p> καὶ γὰρ δὴ ὥσπερ οἱ σώφρονες νομεῖς, ἐπειδὰν χαλεπὸς καὶ ἄγριος ταῦρος γενόμενος ἄρχῃ ἀσελγῶς παρὰ φύσιν, τῆς μὲν αὑτοῦ καταφρονῶν ἀγέλης καὶ λυμαινόμενος, τοὺς δὲ ἔξωθεν ἐπιβουλεύοντας ὑποχωρῶν καὶ προβαλλόμενος τὸ ἀδύνατον πλῆθος, μηδενὸς δὲ χαλεποῦ παρόντος ὑβρίζων καὶ θρασυνόμενος, τοῦτομὲν ὀξὺ καὶ ἀπειλητικὸν μυκώμενος, τοῦτο δὲ ὀρθοῖς τοῖς κέρασι παίων τὸν οὐκ ἀνθιστάμενον, ἐπιδεικνύμενος <del>δὲ</del> τὴν ἰσχὺν ἐν τοῖς ἥττοσι καὶ τοῖς οὐ μαχομένοις, τὸ δὲ τῶν βοῶν πλῆθος οὐκ ἐῶν νέμεσθαι καθʼ ἡσυχίαν διʼ ἔκπληξιν καὶ φόβον· τότε τοῦτον οἱ δεσπόται καὶ βουκόλοι μετέστησαν καὶ ἠφάνισαν, ὡς οὐκ ἐπιτήδειον οὐδὲ συμφέροντα ἡγεῖσθαι τῆς ἀγέλης·</p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0612.tlg001.perseus-grc2:2" n="74"><p>τὸν δὲ πρᾷον μὲν ταῖς <milestone unit="mpage" xml:id="mp.35"/> ἑπομέναις βουσίν, εὔψυχον δὲ καὶ ἄφοβον πρὸς τὰ θηρία, σεμνὸν δὲ καὶ μεγαλοπρεπῆ καὶ δυνατὸν φυλάττειν καὶ προηγεῖσθαι τῆς ἀγέλης, τοῖς δέ γε νομεῦσιν εἴκοντα καὶ πειθόμενον, ἐῶσι μέχρι γήρως ὑστάτου, κἂν ἤδη βαρύτερος τὸ σῶμα γένηται.</p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0612.tlg001.perseus-grc2:2" n="75"><p>ὁμοίως δὲ<pb xml:id="v.1p.33"/> καὶ οἱ θεοὶ καὶ ὁ δὴ μέγας βασιλεὺς βασιλέων, ὅτε κηδεμὼν καὶ πατὴρ κοινὸς ἀνθρώπων καὶ θεῶν, <del>Ζεύς</del> ὃς ἂν ἀνθρώπων γένηται βίαιος καὶ ἄδικος καὶ παράνομος ἄρχων, τὴν ἰσχὺν οὐ τοῖς πολεμίοις ἐνδεικνύμενος, ἀλλὰ τοῖς ὑπηκόοις καὶ τοῖς φίλοις, ἄπληστος μὲν ἡδονῶν, ἄπληστος δὲ χρημάτων, ὑπονοῆσαι ταχύς, ἀμείλικτος ὀργισθείς, ὀξὺς πρὸς διαβολάς, ἀπειθὴς λόγοις, πανοῦργος, ἐπίβουλος, ταπεινός, αὐθάδης, τοὺς κακοὺς αὔξων, τοῖς κρείττοσι φθονῶν, παιδείας ἀσύνετος, φίλον οὐδένα νομίζων οὐδʼ ἔχων, ὡς ἔλαττον αὑτοῦ <del>τὸ</del> κτῆμα, ἐκεῖνον ἐκποδὼν ἐποιήσατο καὶ μετέστησεν, </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0612.tlg001.perseus-grc2:2" n="76"><p>ὡς οὐκ ἄξιον ὄντα βασιλεύειν οὐδὲ κοινωνεῖν τῆς αὑτοῦ τιμῆς καὶ ἐπωνυμίας, μετά τε αἰσχύνης καὶ προπηλακισμοῦ, καθάπερ οἶμαι Φάλαρίν τε καὶ Ἀπολλόδωρον καὶ πολλοὺς ἄλλους τῶν ὁμοίων.</p></div></div></div></body></text></TEI>