<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0612.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="speech" xml:base="urn:cts:greekLit:tlg0612.tlg001.perseus-grc2" n="2"><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0612.tlg001.perseus-grc2:2" n="7"><p>εὖ ἴσθι, ἔφη, ὦ πάτερ, ἐγὼ οὐ μόνον ποιητὴν ἕτερον, ἀλλʼ οὐδὲ μέτρον ἄλλο ἢ τὸ Ὁμήρου ἡρῷον ἀκούων ἀνέχομαι. πάνυ οὖν ὁ Φίλιππος αὐτὸν ἠγάσθη τῆς μεγαλοφροσύνης, ὅτι δῆλος ἦν οὐδὲν φαῦλον οὐδὲ ταπεινὸν ἐπινοῶν, ἀλλὰ τοῖς τε ἥρωσι καὶ τοῖς ἡμιθέοις παραβαλλόμενος.</p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0612.tlg001.perseus-grc2:2" n="8"><p>ὅμως δὲ κινεῖν αὐτὸν βουλόμενος, Τὸν δὲ Ἡσίοδον, ὦ Ἀλέξανδρε, ὀλίγου ἄξιον κρίνεις, ἔφη, ποιητήν; οὐκ ἔγωγε, εἶπεν, ἀλλὰ τοῦ παντός, οὐ μέντοι βασιλεῦσιν οὐδὲ στρατηγοῖς ἴσως. ἀλλὰ τίσι μὴν; καὶ ὁ Ἀλέξανδρος γελάσας, Τοῖς ποιμέσιν, ἔφη, καὶ τοῖς τέκτοσι καὶ τοῖς γεωργοῖς. τοὺς μὲν γὰρ ποιμένας <pb xml:id="v.1p.18"/> φησὶ φιλεῖσθαι ὑπὸ τῶν Μουσῶν, τοῖς δὲ τέκτοσι μάλα ἐμπείρως παραινεῖ πηλίκον χρὴ τὸν ἄξονα τεμεῖν, καὶ τοῖς γεωργοῖς, ὁπηνίκα ἄρξασθαι πίθου.</p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0612.tlg001.perseus-grc2:2" n="9"><p>τί οὖν; οὐχὶ ταῦτα χρήσιμα, ἔφη, τοῖς ἀνθρώποις, ὁ Φίλιππος; οὐχ ἡμῖν γε, εἶπεν, ὦ πάτερ, οὐδὲ Μακεδόσι τοῖς νῦν, ἀλλὰ τοῖς πρότερον, ἡνίκα νέμοντες καὶ γεωργοῦντες Ἰλλυριοῖσἐδούλευον καὶ Τριβαλλοῖς. οὐδὲ τὰ περὶ τὸν σπόρον, ἔφη, καὶ <milestone unit="mpage" xml:id="mp.20"/> τὸν ἀμητόν, ὁ Φίλιππος, ἀρέσκει σοι τοῦ Ἠσιόδου μεγαλοπρεπῶς οὕτως εἰρημένα; <quote rend="blockquote">πληιάδων Ἀτλαγενέων ἐπιτελλομενάων <lb/>ἄρχεσθʼ ἀμητοῦ, ἀρότοιο δὲ δυσομενάων. </quote></p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0612.tlg001.perseus-grc2:2" n="10"><p>πολύ γε μᾶλλον, εἶπεν ὁ Ἀλέξανδρος, τὰ παρʼ Ὁμήρῳ γεωργικά. καὶ ποῦ περὶ γεωργίας εἴρηκεν Ὅμηρος; ἤρετο ὁ Φίλιππος, ἤ τὰ ἐν τῇ ἀσπίδι μιμήματα λέγεις τῶν ἀρούντων καὶ θεριζόντων καὶ τρυγώντων; ἥκιστά γε, εἶπεν ὁ Ἀλέξανδρος, ἀλλὰ ἐκεῖνα πολὺ μᾶλλον· <quote rend="blockquote">οἱ δʼ ὥστʼ ἀμητῆρες ἐναντίοι ἀλλήλοισιν <lb/>ὄγμον ἐλαύνωσιν ἀνδρὸς μάκαρος κατʼ ἄρουραν <lb/>πυρῶν ἢ κριθῶν· τὰ δὲ δράγματα ταρφέα πίπτει· <lb/>ὥς Τρῶες καὶ Ἀχαιοὶ ἐπʼ ἀλλήλοισι θορόντες <lb/>δῄουν, οὐδʼ ἕτεροι μνώοντʼ ὀλοοῖο φόβοιο. </quote></p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0612.tlg001.perseus-grc2:2" n="11"><p>ταῦτα μέντοι ποιῶν Ὅμηρος ἡττᾶτο ὑπὸ Ἡσιόδου, ὁ Φίλιππος εἶπεν· ἢ οὐκ ἀκήκοας τὸ ἐπίγραμμα τὸ ἐν Ἑλικῶνι ἐπὶ τοῦ τρίποδος· <quote rend="blockquote">Ἡσίοδος Μούσαις Ἑλικωνίσι τόνδʼ ἀνέθηκεν <lb/>ὕμνῳ νικήσας ἐν Χαλκίδι θεῖον Ὅμηρον; </quote></p></div></div></div></body></text></TEI>