εὖ ἴσθι, ἔφη, ὦ πάτερ, ἐγὼ οὐ μόνον ποιητὴν ἕτερον, ἀλλʼ οὐδὲ μέτρον ἄλλο ἢ τὸ Ὁμήρου ἡρῷον ἀκούων ἀνέχομαι. πάνυ οὖν ὁ Φίλιππος αὐτὸν ἠγάσθη τῆς μεγαλοφροσύνης, ὅτι δῆλος ἦν οὐδὲν φαῦλον οὐδὲ ταπεινὸν ἐπινοῶν, ἀλλὰ τοῖς τε ἥρωσι καὶ τοῖς ἡμιθέοις παραβαλλόμενος. ὅμως δὲ κινεῖν αὐτὸν βουλόμενος, Τὸν δὲ Ἡσίοδον, ὦ Ἀλέξανδρε, ὀλίγου ἄξιον κρίνεις, ἔφη, ποιητήν; οὐκ ἔγωγε, εἶπεν, ἀλλὰ τοῦ παντός, οὐ μέντοι βασιλεῦσιν οὐδὲ στρατηγοῖς ἴσως. ἀλλὰ τίσι μὴν; καὶ ὁ Ἀλέξανδρος γελάσας, Τοῖς ποιμέσιν, ἔφη, καὶ τοῖς τέκτοσι καὶ τοῖς γεωργοῖς. τοὺς μὲν γὰρ ποιμένας φησὶ φιλεῖσθαι ὑπὸ τῶν Μουσῶν, τοῖς δὲ τέκτοσι μάλα ἐμπείρως παραινεῖ πηλίκον χρὴ τὸν ἄξονα τεμεῖν, καὶ τοῖς γεωργοῖς, ὁπηνίκα ἄρξασθαι πίθου. τί οὖν; οὐχὶ ταῦτα χρήσιμα, ἔφη, τοῖς ἀνθρώποις, ὁ Φίλιππος; οὐχ ἡμῖν γε, εἶπεν, ὦ πάτερ, οὐδὲ Μακεδόσι τοῖς νῦν, ἀλλὰ τοῖς πρότερον, ἡνίκα νέμοντες καὶ γεωργοῦντες Ἰλλυριοῖσἐδούλευον καὶ Τριβαλλοῖς. οὐδὲ τὰ περὶ τὸν σπόρον, ἔφη, καὶ τὸν ἀμητόν, ὁ Φίλιππος, ἀρέσκει σοι τοῦ Ἠσιόδου μεγαλοπρεπῶς οὕτως εἰρημένα; πληιάδων Ἀτλαγενέων ἐπιτελλομενάων ἄρχεσθʼ ἀμητοῦ, ἀρότοιο δὲ δυσομενάων. πολύ γε μᾶλλον, εἶπεν ὁ Ἀλέξανδρος, τὰ παρʼ Ὁμήρῳ γεωργικά. καὶ ποῦ περὶ γεωργίας εἴρηκεν Ὅμηρος; ἤρετο ὁ Φίλιππος, ἤ τὰ ἐν τῇ ἀσπίδι μιμήματα λέγεις τῶν ἀρούντων καὶ θεριζόντων καὶ τρυγώντων; ἥκιστά γε, εἶπεν ὁ Ἀλέξανδρος, ἀλλὰ ἐκεῖνα πολὺ μᾶλλον· οἱ δʼ ὥστʼ ἀμητῆρες ἐναντίοι ἀλλήλοισιν ὄγμον ἐλαύνωσιν ἀνδρὸς μάκαρος κατʼ ἄρουραν πυρῶν ἢ κριθῶν· τὰ δὲ δράγματα ταρφέα πίπτει· ὥς Τρῶες καὶ Ἀχαιοὶ ἐπʼ ἀλλήλοισι θορόντες δῄουν, οὐδʼ ἕτεροι μνώοντʼ ὀλοοῖο φόβοιο. ταῦτα μέντοι ποιῶν Ὅμηρος ἡττᾶτο ὑπὸ Ἡσιόδου, ὁ Φίλιππος εἶπεν· ἢ οὐκ ἀκήκοας τὸ ἐπίγραμμα τὸ ἐν Ἑλικῶνι ἐπὶ τοῦ τρίποδος· Ἡσίοδος Μούσαις Ἑλικωνίσι τόνδʼ ἀνέθηκεν ὕμνῳ νικήσας ἐν Χαλκίδι θεῖον Ὅμηρον;