<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0612.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="speech" xml:base="urn:cts:greekLit:tlg0612.tlg001.perseus-grc2" n="2"><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0612.tlg001.perseus-grc2:2" n="62"><p>τούτοις γε μὴν ξυνέπεται μηδὲ εὐχὰς εὔχεσθαι τὸν βασιλέα τοῖς ἄλλοις ὁμοίας μηδὲ αὖ τοὺς θεοὺς καλεῖν οὕτως εὐχόμενον ὥσπερ ὁ Ἰώνων ποιητὴς Ἀνακρέων, <cit><quote rend="blockquote">ὦναξ, ᾧ δαμάλης Ἔρως <lb/>καὶ Νύμφαι κυανώπιδες <lb/>πορφυρέη τʼ Ἀφροδίτη <lb/>συμπαίζουσιν, ἐπιστρέφεαι δʼ <lb/>ὑψηλὰς ὀρέων κορυφάς, <lb/>γουνοῦμαί σε, σὺ δʼ εὐμενὴς <pb xml:id="v.1p.30"/> <lb/>ἔλθοις μοι, κεχαρισμένης δʼ <lb/>εὐχωλῆς ἐπακούειν· <milestone unit="mpage" xml:id="mp.32"/> <lb/>Κλευβούλῳ δʼ ἀγαθὸς γενεῦ <lb/>σύμβουλος, τὸν ἐμὸν δʼ ἔρωτʼ, <lb/>ὦ Δεύνυσε, δέχεσθαι.</quote><bibl>Anacr. fr. 2</bibl></cit></p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0612.tlg001.perseus-grc2:2" n="63"><p>ἢ νὴ Δία τὰς τῶν Ἀττικῶν σκολιῶν τε καὶ ἐποινίων εὐχάς, οὐ βασιλεῦσι πρεπούσας, ἀλλὰ δημόταις καὶ φράτορσιν ἱλαροῖς καὶ σφόδρα ἀνειμένοις, ʽβ. π. λ. ιιι π. 649ʼ <quote rend="blockquote">εἴθε λύρα καλὴ γενοίμαν ἐλεφαντίνη, <lb/>καὶ με καλοὶ παῖδες φορέοιεν Διονύσιον ἐς χορόν. <lb/>εἴθʼ ἄπυρον καλὸν γενοίμαν μέγα χρυσίον, <lb/>καί με γυνὴ καλὴ φοροίη. </quote></p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0612.tlg001.perseus-grc2:2" n="64"><p>πολὺ δὲ μᾶλλον ὡς Ὅμηρος πεποίηκεν εὐχόμενον τὸν βασιλέα τῶν πάντων Ἑλλήνων, <quote rend="blockquote">Ζεῦ κύδιστε, μέγιστε, κελαινεφές, αἰθέρι ναίων, <lb/>μὴ πρὶν ἐπʼ ἠέλιον δῦναι καὶ ἐπὶ κνέφας ἐλθεῖν, <lb/>πρίν με καταπρηνὲς βαλέειν Πριάμοιο μέλαθρον <lb/>αἰθαλόεν, πρῆσαι δὲ πυρὸς δηίοιο θύρετρα· <lb/>Ἑκτόρεον δὲ χιτῶνα περὶ στήθεσσι δαΐξαι, <lb/>χαλκῷ ῥωγαλέον, πολέες δʼ ἀμφʼ αὐτὸν ἑταῖροι <lb/>πρηνέες ἐν κονίῃσιν ὀδὰξ λαζοίατο γαῖαν. </quote></p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0612.tlg001.perseus-grc2:2" n="65"><p>πολλὰ δὲ καὶ ἄλλα ἔχοι τις ἂν εἰπεῖν παρʼ Ὁμήρῳ παιδεύματα καὶ διδάγματα ἀνδρεῖα καὶ βασιλικά, ὑπὲρ ὧν ἴσως μακρότερον τοῦ νῦν ἐπεξιέναι. πλὴν ὅτι γε τὴν αὑτοῦ γνώμην ἅπασαν ἀποδείκνυται σαφῶς, ὅτι πάντων ἄριστον οἴεται δεῖν τὸν βασιλέα εἶναι,μάλιστα δὲ ἐπὶ τοῦ Ἀγαμέμνονος, ὅτε τὸ πρῶτον παρατάττει τὴν στρατιὰν καὶ τοὺς ἡγεμόνας σύμπαντας καταλέγει καὶ <add>τὸ</add> πλῆθος τῶν νεῶν.</p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0612.tlg001.perseus-grc2:2" n="66"><p>ἐκεῖ γὰρ οὐδὲ ἅμιλλαν τῶν ἄλλων οὐδενὶ καταλέλοιπεν <milestone unit="mpage" xml:id="mp.33"/> ἡρώων πρὸς αὐτόν, ἀλλʼ ὅσον ταῦρος ἀγέλης ὑπερφέρει κατὰ ῥώμην καὶ μέγεθος, τοσοῦτον διαφέρειν φησὶ τὸν βασιλέα, οὕτως λέγων·<pb xml:id="v.1p.31"/> <quote rend="blockquote">ἠύτε βοῦς ἀγέληφι μέγʼ ἔξοχος ἔπλετο πάντων <lb/>ταῦρος· ὁ γάρ τε βόεσσι μεταπρέπει ἀγρομένῃσι· <lb/>τοῖον ἄρʼ Ἀτρείδην θῆκε Ζεὺς ἤματι κείνῳ, <lb/>ἐκπρεπέʼ ἐν πολλοῖσι καὶ ἔξοχον ἡρώεσσιν. </quote></p></div></div></div></body></text></TEI>