<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0612.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="speech" xml:base="urn:cts:greekLit:tlg0612.tlg001.perseus-grc2" n="2"><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0612.tlg001.perseus-grc2:2" n="57"><p>μόνην δὲ ᾠδὴν μὲν ᾅσεται καὶ παραδέξεται τὴν τῷ Ἐνυαλίῳ πρέπουσαν μάλα ἰσχυρὰν καὶ διάτορον, οὐχ ἡδονὴν οὐδὲ ῥᾳθυμίαν φέρουσαν τοῖς ἀκούουσιν, ἀλλʼ ἀμήχανον φόβον καὶ θόρυβον, οἷον ὅ τε Ἄρης αὐτὸς ἤγειρεν, <quote rend="blockquote">ὀξὺ κατʼ ἀκροτάτης πόλιος Τρώεσσι κελεύων, </quote> ὅ τε Ἀχιλλεὺς <add>ὅτε</add> φθεγξάμενος μόνον, πρὶν ὀφθῆναι, τροπὴν ἐποίησε τῶν Τρώων, καὶ δώδεκα ἀνδράσιν αἴτιος ὑπῆρξεν ὀλέθρου περὶ τοῖς αὐτῶν ἅρμασι καὶ ὅπλοις·</p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0612.tlg001.perseus-grc2:2" n="58"><p>καὶ τὴν ἐπὶ ταύτῃ ποιηθεῖσαν ὑπὸ τῶν Μουσῶν τὴν ἐπινίκιον, οἷον ἐκέλευεν Ἀχιλλεὺς, τοῖσἈχαιοῖς τὸν παιᾶνα <del>λέγειν</del> ἅμα τῇ τοῦ Ἕκτορος ἀγωγῇ πρὸς τὰς ναῦς αὐτὸς ἐξάρχων, <quote rend="blockquote">νῦν δʼ ἄγʼ ἀείδοντες παιήονα κοῦροι Ἀχαιῶν <lb/>νηυσὶν ἐπὶ γλαφυρῇσι νεώμεθα, τόνδε δʼ ἄγωμεν. <lb/>ἠράμεθα μέγα κῦδος, ἐπέφνομεν Ἕκτορα δῖον, <lb/>ᾧ Τρῶες κατὰ ἄστυ θεῷ ὣς εὐχετόωντο.</quote><milestone unit="mpage" xml:id="mp.31"/></p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0612.tlg001.perseus-grc2:2" n="59"><p>ἔτι δὲ οἶμαι τὴν παρακλητικήν, οἵα ἡ τῶν Λακωνικῶν ἐμβατηρίων, μάλα πρέπουσα τῇ Λυκούργου πολιτείᾳ καὶ τοῖς ἐπιτηδεύμασιν ἐκείνοις· <pb xml:id="v.1p.29"/> <quote rend="blockquote">ἄγετʼ, ὦ Σπάρτας εὐάνδρου <lb/>κοῦροι πατέρων πολιητᾶν, <lb/>λαιᾷ μὲν ἴτυν προβάλεσθε, <lb/>δόρυ δʼ εὐτόλμως πάλλοντες, <lb/> <gap reason="lost" rend=" * * * * "/> <lb/>μὴ φειδόμενοι τᾶς ζωᾶς· <lb/>οὐ γὰρ πάτριον τᾷ Σπάρτᾳ. </quote></p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0612.tlg001.perseus-grc2:2" n="60"><p>χορεύματα δὲ καὶ χοροὺς ἀνάλογον τούτοις οὐ σφαλλομένους οὐδὲ ἀκρατεῖς, ἀλλὰ ὡς οἷόν τε ἰσχυροὺς καὶ σώφρονας ἐπάγειν ἐν καθεστῶτι ῥυθμῷ· ὄρχησίν γε μὴν τὴν ἐνόπλιον, τὴν γιγνομένην τοῖς θεοῖς ἀπαρχὴν ἅμα καὶ μελέτην τῶν πολεμικῶν, ἧς φησιν ὁ ποιητὴς καὶ τὸν Μηριόνην ἔμπειρον εἶναι· τῶν γὰρ Τρώων τινὰ πεποίηκε λέγοντα, <quote rend="blockquote">Μηριόνη, τάχα κέν σε καὶ ὀρχηστήν περ ἐόντα <lb/>ἔγχος ἐμὸν κατέπαυσε διαμπερές, εἴ σʼ ἔβαλόν περ. </quote></p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0612.tlg001.perseus-grc2:2" n="61"><p>ἢ σὺ οἴει ἄλλην τινὰ <del>λέγειν</del> ἐπίστασθαι τὸν τοῦ Μόλου υἱόν, ἀριθμούμενον ἐν τοῖς ἀρίστοις τῶν Ἀχαιῶν, ἢ τὴν ἐνόπλιον, τὴν Κουρητικήν, ἥπερ ἦν ἐπιχώριος τοῖς Κρησίν, τὴν ὀξεῖαν καὶ ἐλαφρὰν κίνησιν πρὸς τὸ διακλῖναι καὶ φυλάξασθαι ῥᾳδίως τὸ βέλος;</p></div></div></div></body></text></TEI>