<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0612.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="speech" xml:base="urn:cts:greekLit:tlg0612.tlg001.perseus-grc2" n="2"><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0612.tlg001.perseus-grc2:2" n="47"><p>ἰχθύων δὲ οὐδέποτε γευομένουσαὐτοὺς ἐποίησεν, καὶ ταῦτα ἐπὶ θαλάττῃ στρατοπεδεύοντας, καίτοι τὸν Ἑλλήσποντον, ὥσπερ ἐστίν, ἰχθυόεντα ἑκάστοτε καλῶν· πάνυ γὰρ ὀρθῶς αὐτὸ τοῦτο ἀπεμνημόνευσεν ὁ Πλάτων· ἀλλʼ οὐδὲ τοὺς μνηστῆρας ἰχθύσιν ἑστιᾷ, σφόδρα ἀσελγεῖς καὶ τρυφεροὺς ὄντας, καὶ ταῦτα ἐν Ἰθάκῃ ἑστιωμένους.</p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0612.tlg001.perseus-grc2:2" n="48"><p>ὅτι γε μὴν <del>οὐκ ἄλλωσδιέξεισι ταῦτα</del>, φανερῶς αὐτὸς ἀποφαίνεται ποίαν τινὰ δεῖ τὴν τροφὴν εἶναι καὶ πρὸς τί γιγνομένην. ἣν γὰρ ἂν θέλῃ ἐπαινέσαι, μενοεικέα δαῖτά φησιν, τὴν οἵαν τε παρέχειν μένος, τουτέστιν ἰσχύν. ταῦτα δὲ λέγει διδάσκων καὶ παραινῶν <del>ὡς δεῖ καὶ τραπέζης ἐπιμελεῖσθαι τοὺς ἀγαθούς</del>, ἐπεὶ τροφῆς γε παντοίας καὶ πολυτελείασοὐκ ἐτύγχανεν ἄπειρος ὤν, ὥστε τοὺς περὶ ταῦτα νῦν ἐπτοημένους Πέρσας καὶ Σύρους καὶ τῶν Ἑλλήνων Ἰταλιώτας καὶ Ἴωνας μηδὲ ἐγγὺς ἐφικνεῖσθαι τῆς παρʼ Ὁμήρῳ χορηγίας καὶ ἁβρότητος.</p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0612.tlg001.perseus-grc2:2" n="49"><p>τί δέ, εἶπεν ὁ Φίλιππος, οὐ δίδωσιν ἐσθῆτα ὡς οἷόν τε καλλίστην τοῖς ἥρωσι; νὴ Δία γε, ἦ δʼ ὃς ὁ Ἀλέξανδρος, οὐ μέντοι γυναικείανοὐδὲ ποικίλην, ἀλλὰ πορφύρᾳ μόνον ἐκόσμησε τὸν Ἀγαμέμνονα, καὶ τὸν Ὀδυσσέα δὲ μιᾷ χλαίνῃ τῇ οἴκοθεν. οὐδὲ γὰρ οἴεται δεῖν Ὅμηρος τὸν ἡγεμόνα φαίνεσθαι ταπεινὸν οὐδὲ τοῖς πολλοῖς καὶ ἰδιώταις ὅμοιον, ἀλλὰ καὶ στολῇ καὶ ὁπλίσει διαφέρειν παρὰ τοὺς ἄλλους ἐπὶ τὸ μεῖζον καὶ σεμνότερον, οὐ μὴν τρυφῶντά γε  οὐδὲ <del>σπουδάζοντα</del>.</p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0612.tlg001.perseus-grc2:2" n="50"><p>τὸν γοῦν Κᾶρα τὸν χρυσῷ καλλωπιζόμενον εἰς <milestone unit="mpage" xml:id="mp.29"/> τὸν πόλεμον μάλα ὑβριστικῶς ἐλοιδόρησεν, εἰπών, <pb xml:id="v.1p.27"/> <quote rend="blockquote">ὃς καὶ χρυσὸν ἔχων πόλεμόνδʼ ἴεν ἠύτε κούρη <lb/>νήπιος, οὐδʼ ἄρα οἱ τό γʼ ἐπήρκεσε λυγρὸν ὄλεθρον <lb/>ἀλλʼ ἐδάμη ὑπὸ χερσὶ ποδώκεος Αἰακίδαο <lb/>ἐν ποταμῷ· χρυσὸν δʼ Ἀχιλεὺς ἐκόμισσε δαΐφρων· </quote></p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0612.tlg001.perseus-grc2:2" n="51"><p>καταγελῶν αὐτοῦ τῆς τρυφῆς ἅμα καὶ τῆς ἀφροσύνης, ὅτι τοῖς πολεμίοις ἆθλα ἐκόμιζε τοῦ θανάτου σχεδόν. οὔκουν φαίνεται χρυσοφορίας ἐπαινῶν <del>ὁ</del> Ὅμηρος, καὶ ταῦτα εἰς πόλεμον, ψελίων τε καὶ στρεπτῶν, ἔτι δὲ χρυσῶν φαλάρων καὶ χαλινῶν, ὁποῖα τοὺς Πέρσας φασὶν ἐπιτηδεύειν· οὐ γὰρ ἔχουσιν ἐπιτιμητὴν Ὅμηρον τῶν πολεμικῶν.</p></div></div></div></body></text></TEI>