<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0612.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="speech" xml:base="urn:cts:greekLit:tlg0612.tlg001.perseus-grc2" n="2"><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0612.tlg001.perseus-grc2:2" n="42"><p><del>τὴν δέ γε τοῦ Μενελάου πολυχρήματον καὶ πολύχρυσον αὐλήν, καθάπερ οἶμαι τῶν Ἀσιαγενῶν τινος βασιλέων. καὶ γὰρ οὗτος ἦν οὐ μακρὰν τοῦ τε Ταντάλου καὶ Πέλοπος, ὅθεν οἶμαι καὶ τὸν χορὸν Εὐριπίδης <del>εἰς</del> τοῦτο αἰνιττόμενον πεποίηκεν ἐν τῇ προσόδῳ τοῦ βασιλέως,</del><quote rend="blockquote"><del>Μενέλαος δὲ <lb/>πολὺ δʼ ἁβροσύνῃ δῆλος ὁρᾶσθαι <lb/>τοῦ Τανταλιδᾶν ἐξ αἵματος ὤν.</del></quote></p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0612.tlg001.perseus-grc2:2" n="43"><p>οὐ μὴν τήν γε τοῦ Ὀδυσσέως οἴκησιν οὐδαμῶς τούτοις ὁμοίαν, ἀλλʼ ὡς ἂν ἀσφαλοῦς ἀνδρὸς πεποίηκε πρὸς αὐτὸ τοῦτο παρεσκευασμένην. λέγει γὰρ οὕτως· <quote rend="blockquote">ἐξ ἑτέρων ἕτερʼ ἐστίν, ἐπήσκηται δέ οἱ αὐλὴ <lb/>τοίχῳ καὶ θριγκοῖσι· θύραι δʼ εὐεργέες εἰσὶ <lb/>δίκλιδες· οὐκ ἂν τίς μιν ἀνὴρ ὑπεροπλίσσαιτο. </quote></p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0612.tlg001.perseus-grc2:2" n="44"><p>δεῖ δὲ τοῦ ποιητοῦ τὰ μὲν ὡς συμβουλεύοντος καὶ παραινοῦντος ἀποδέχεσθαι, τὰ δὲ ὡς ἐξηγουμένου μόνον, πολλὰ δὲ ὡς ὀνειδίζοντος καὶ καταγελῶντος. ἔοικέ <add>γε</add> μὴν καὶ τὰ περὶ κοίτην καὶ τὴν καθʼ ἡμέραν δίαιταν ἱκανὸς εἶναι παιδεύειν Ὅμηρος ἡρωικήν τινα καὶ βασιλικὴν τῷ ὄντι παίδευσιν, ὡς <del>τὰς Λακωνικὰς ἑστιάσεις τῶν φιλιτίων δείπνων</del> μαθόντα παρʼ ἐκείνου Λυκοῦργον νομοθετῆσαι τοῖς Σπαρτιάταις.</p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0612.tlg001.perseus-grc2:2" n="45"><p>ἐπεί τοι καί φασιν αὐτὸν ἐπαινέτην <milestone unit="mpage" xml:id="mp.28"/> Ὁμήρου γενέσθαι, καὶ πρῶτον ἀπὸ Κρήτης <del>ἢ τῆς Ἰωνίας</del> κομίσαι τὴν ποίησιν εἰς τὴν Ἑλλάδα. τὸν γοῦν Διομήδην πάνυ στερεῶς κατέκλινεν ἐπὶ βύρσης ἀγραύλου βοός, κύκλῳ περιστήσας τὰ δόρατα ὀρθὰ ἐπὶ σαυρωτῆρος, οὐ κόσμου χάριν, ἀλλʼ ἕτοιμα <pb xml:id="v.1p.26"/> λαβεῖν· εὐωχεῖ γε μὴν ἀπὸ κρεῶν τοὺς ἥρωας, καὶ τούτων βοείων, δῆλον ὅτι ἰσχύος, οὐχ ἡδονῆς ἕνεκεν.</p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0612.tlg001.perseus-grc2:2" n="46"><p>τὸν γοῦν Ἀγαμέμνονα τὸν ξυμπάντων βασιλέα καὶ πλουσιώτατον βοῦν ἀεί φησι θύειν, καὶ ἐπὶ τοῦτον καλεῖν τοὺς ἀρίστους. καὶ τὸν Αἴαντα μετά τὴν νίκην φιλοφρονεῖται τοῖς νώτοις τοῦ βοός.</p></div></div></div></body></text></TEI>