οὐκοῦν, Οὐκοῦν, ἦ δʼ ὃς ὁ Φίλιππος, ἐνταῦθα τὸν Ὅμηρον οὐκ ἂν ἔχοις ἐπαινεῖν. τὰ γὰρ τοῦ Ἀλκίνου βασίλεια, ἀνδρὸς Ἕλληνος καὶ νησιώτου, διεκόσμησεν οὐ μόνον κήποις καὶ φυτοῖς καὶ ὕδασιν, ὡς ἥδιστα ἐνοικεῖν, ἀλλὰ καὶ ἀγάλμασιχρυσοῖς. ἔτι δὲ μᾶλλον τὴν τοῦ Μενελάου οἴκησιν, καὶ ταῦτα ἀπὸ στρατείας ἥκοντος, ἆρʼ οὐ Περσικήν τινα καὶ Μηδικὴν ἐξηγεῖται, σχεδόν τε οὐ πολὺ ἀποδέουσαν Σεμιράμιδος ἢ Δαρείου τε καὶ Ξέρξου τῶν βασιλείων; φησὶ γοῦν, ὥστε γὰρ ἠελίου αἴγλη πέλεν ἠὲ σελήνης δῶμα καθʼ ὑψερεφὲς Μενελάου κυδαλίμοιο χρυσοῦ τʼ ἠλέκτρου τε καὶ ἀργύρου ἠδʼ ἐλέφαντος. τοῖς γὰρ Τρωικοῖς σκύλοις ἐχρῆν μᾶλλον λάμπειν αὐτὸ ἢ τούτοις κατά γε τὴν σὴν διάνοιαν. καὶ ὁ Ἀλέξανδρος ἐπισχών, Οὐκ ἔγωγε, εἶπε, τὸν Ὅμηρον ἐάσειν μοι δοκῶ ἀναπολόγητον· ἴσως γὰρ πρὸστὸν τοῦ Μενελάου τρόπον ἐποίησε τὰ βασίλεια, ὅν φησι μόνον εἶναι τῶν Ἀχαιῶν μαλθακὸν αἰχμητήν. σχεδὸν γὰρ οὖν ἔοικεν οὐδὲ τῶν ἄλλων οὐδὲν μάτην ὁ ποιητὴς οὗτος λέγειν, ἀλλὰ καὶ στολὴν καὶ οἴκησιν καὶ δίαιταν πρὸς τὸ τῶν ἀνθρώπων ἦθος πολλάκις ἀπεικάζει. διὰ τοῦτο τὰ μὲν ἐν Φαίαξι βασίλεια ἐκόσμησεν ἄλσεσί τε καὶ ὀπώραις διʼ ἔτους καὶ κρήναις ἀενάοις, ἔτι δὲ μᾶλλον τὸ τῆς Καλυψοῦς, ἅτε ὡραίας καὶ φιλανθρώπου θεᾶς, ἐν νήσῳ καθʼ αὑτὴν ἀπῳκισμένης· τοῦτο μὲν γὰρ εὐώδη διαφερόντως φησὶ τὴν νῆσον τῶν ἡδίστων ἐν αὐτῇ καιομένων θυμιαμάτων, τοῦτο δὲ σύσκιον δένδροις εὐθαλέσι, κύκλῳ δὲ περὶ τὸ σπήλαιον ἄμπελονπεριήκουσαν ὡραίαν, βότρυσι βριθομένην, ἔμπροσθεν δὲ λειμῶνας ἁπαλοὺς ἀναμὶξ σελίνων τε καὶ ἑτέρων, ἐν δὲ τῷ μέσῳ κρήνας τέτταρας λαμπροῦ καὶ διαφανοῦς ὕδατος πάντοσε ἀπορρέοντος, ἅτε οὐκ ὄντος ἑτεροκλινοῦς οὐδὲ ἀνίσου τοῦ χωρίου. πάντα γὰρ ταῦτα ὑπερφυῶς ἐρωτικὰ καὶ ἡδέα, κατὰ τὸν τρόπον οἶμαι τῆς θεᾶς.