τέρπεσθαι δὲ ποιήσει καὶ προσέχειν τὸν νοῦν οὐχ ἁπάσῃ, τῇ δὲ καλλίστῃ καὶ μεγαλοπρεπεστάτῃ, συμβουλεύσαιμʼ ἂν τῷ γενναίῳ καὶ βασιλικῷ τὴν ψυχήν , οἵαν μόνην ἴσμεν τὴν Ὁμήρου καὶ τῶν Ἡσιόδου τὰ τοιαῦτα, καὶ εἴ τις ἄλλο τι λέγει χρηστόν. οὐδὲ γὰρ μουσικήν, ἔφη, πᾶσαν μανθάνειν ἐθέλοιμʼ ἄν, ἀλλὰ κιθάρᾳ μόνον ἢ λύρᾳ χρῆσθαι πρὸς θεῶν ὕμνους καὶ θεραπείας, ἔτι δὲ οἶμαι τῶν ἀγαθῶν ἀνδρῶν τοὺς ἐπαίνους· οὐδέ γε ᾅδειν τὰ Σαπφοῦς ἢ Ἀνακρέοντος ἐρωτικὰ μέλη πρέπον ἂν εἴη τοῖς βασιλεῦσιν, ἀλλʼ, εἴπερ ἄρα, τῶν Στησιχόρου μελῶν ἢ Πινδάρου, ἐὰν ᾖ τις ἀνάγκη . τυχὸν δὲ καὶ πρὸς τοῦτο ἱκανὸς Ὅμηρος. ἦ γάρ, εἶπεν ὁ Φίλιππος, πρὸς κιθάραν ἢ λύραν συμφωνῆσαί τινά σοι δοκεῖ ἂν τῶν Ὁμήρου; καὶ ὁ Ἀλέξανδρος γοργὸν ἐμβλέψας ὥσπερ λέων, Ἐγὼ μέν, εἶπεν, ὦ πάτερ, οἶμαι πρέπειν πολλὰ τῶν Ὁμήρου ἐπῶν πρὸς σάλπιγγα ᾅδεσθαι,μὰ Δίʼ οὐ τὴν ἀνακαλοῦσαν, ἀλλὰ τὴν ἐποτρύνουσαν καὶ παρακελευομένην, οὐχ ὑπὸ γυναικείου χοροῦ λεγόμενα ἢ παρθένων, ἀλλʼ ὑπὸ φάλαγγος ἐνόπλου, πολὺ μᾶλλον ἢ τὰ Τυρταίου παρὰ τοῖς Λάκωσιν. ἐνταῦθα ἐπῄνεσεν ὡς καλῶς αὐτὸν εἰπόντα ὁ Φίλιππος καὶ ἀξίως τοῦ ποιητοῦ. οὐκοῦν, ἦ δʼ ὅς, καὶ τοῦτο, οὗπερ νῦνἐμνήσθημεν, Ὅμηρος ἐπιδείκνυσιν. τὸν γοῦν Ἀχιλλέα πεποίηκεν ὑστερίζοντα ἐν τῷ στρατοπέδῳ τῶν Ἀχαιῶν οὐκ ἔκλυτα οὐδὲ ἐρωτικὰ μέλη ᾅδοντα· καίτοι φησί γε ἐρᾶν αὐτὸν τῆς Βρισηίδος· ἀλλὰ κιθάρᾳ μὲν χρῆσθαι, μὰ Δίʼ οὐκ ὠνησάμενον οὐδὲ οἴκοθεν ἄγοντα παρὰ τοῦ πατρός, ἀλλὰ ἐκ τῶν λαφύρων ἐξελόμενον, ὅτε εἷλετὰς Θήβας καὶ τὸν Ἠετίωνα ἀπέκτεινε τὸν τοῦ Έκτορος κηδεστήν. τῇ ὅγε, φησί, θυμὸν ἔτερπεν· ἄειδε δʼ ἄρα κλέα ἀνδρῶν, ὡς οὐδέποτε ἐκλανθάνεσθαι δέον τῆς ἀρετῆς οὐδὲ τῶν εὐκλεῶν πράξεων, οὔτε πίνοντα οὔτε ᾅδοντα, τὸν γενναῖον ἄνδρα καὶ βασιλικὸν, ἀλλʼ ἀεὶ διατελεῖν ἢ πράττοντα αὐτὸν μέγα τι καὶ θαυμαστὸν ἢ μεμνημένον τῶν ὁμοίων.