τῶν γὰρ Ἑλλήνων διὰ τὸ μῆκος τοῦ πολέμου καὶ τὴν χαλεπότητα τῆς πολιορκίας, ἔτι δὲ οἶμαι διὰ τὴν ἐπιλαβοῦσαν νόσον καὶ τὴν στάσιν τῶν βασιλέων τοῦ τε Ἀγαμέμνονος καὶ τοῦ Ἀχιλλέως, ἀπειρηκότων ἤδη πρὸς τὴν στρατείαν, πρὸς δὲ αὖ τούτοις δημαγωγοῦ τινος ἐπαναστάντος αὐτοῖς καὶ ταράξαντος τὴν ἐκκλησίαν, τὸ πλῆθος ὥρμησεν ἐπὶ τὰς ναῦς, καὶ παραχρῆμα ἐμβάντες ἐβούλοντο φεύγειν, οὐδενὸς δυναμένου κατασχεῖν, οὐδὲ τοῦ Ἀγαμέμνονος ἔχοντος ὅ τι χρήσεται τοῖς παροῦσι παροῦσι πράγμασιν. οὐκοῦν ἐνταῦθα μόνος αὐτοὺς ἐδυνήθη μετακαλέσαι καὶ μεταβαλεῖν Ὀδυσσεύς, καὶ τέλος ἔπεισε δημηγορῶν μετὰ τοῦ Νέστορος μένειν. ὥστε τοῦτο μὲν τὸ ἔργον φανερῶς τῶν ῥητόρων ἐγένετο. πολλὰ δʼ ἄν τις ἐπιδείξειε καὶ ἕτερα. φαίνεται δʼ οὐ μόνον Ὅμηρος, ἀλλὰ καὶ Ἡσίοδος οὕτω φρονῶν, ὡς φιλοσοφίας τε ἅμα καὶ ῥητορικῆς τῆς ἀληθοῦς τῷ βασιλεῖ προσῆκον; ἐν οἶς φησι περὶ Καλλιόπης, ἢ γὰρ καὶ βασιλεῦσιν ἅμʼ αἰδοίοισιν ὀπηδεῖ, ὅντινα τιμήσωσι Διὸς κοῦραι μεγάλοιο γεινόμενόν τε ἴδωσι διοτρεφέων βασιλήων. ἔπη μὲν οὖν ποιεῖν, ὦ πάτερ, ἤ λόγους πεζοὺς συγγράφειν, ὁποίας σὺ τὰς ἐπιστολάς, ἀφʼ ὧν σφόδρα σέ φασιν εὐδοκιμεῖν, οὐ πάντως ἀναγκαῖον τοῖς βασιλεῦσιν, εἰ μή γε νέοις οὖσιν ἔτι καὶ σχολὴν ἄγουσιν, ὥσπερ καὶ σὲ λέγουσιν ἐν Θήβαις διαπονῆσαι τὰ περὶ τοὺς λόγους· οὐδʼ αὖ φιλοσοφίας ἅπτεσθαι πρὸς τὸ ἀκριβέστατον, ἀπλάστως δὲ καὶ ἁπλῶς ἐνδεικνύμενον αὐτοῖς τοῖς ἔργοις φιλάνθρωπον ἦθος καὶ πρᾷον καὶ δίκαιον, ἔτι δὲ ὑψηλὸν καὶ ἀνδρεῖον, καὶ μάλιστα δὴ χαίροντα εὐεργεσίαις, ὅπερ ἐστὶν ἐγγυτάτω τῆς τῶν θεῶν φύσεως· τῶν γε μὴν λόγων ἡδέως ἀκούοντα τῶν ἐκ φιλοσοφίας, ὁπόταν καιρός, ἅτε οὐκ ἐναντίων φαινομένων, ἀλλὰ συμφώνων τοῖς αὑτοῦ τρόποις·