<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0612.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="speech" xml:base="urn:cts:greekLit:tlg0612.tlg001.perseus-grc2" n="2"><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0612.tlg001.perseus-grc2:2" n="17"><p>ἐνταῦθα ὁ Φίλιππος γελάσας, Οὐκ ἀνδρειοτέρα μόνον, ἔφη, ὦ παῖ, ἀλλὰ καὶ πολεμικωτέρα. ἐμοὶ γοῦν οὐ παύεται πολεμοῦσα. ταῦτα μὲν οὖν ἐπὶ τοσοῦτον ἅμα σπουδῇ ἐπαιξάτην. <pb xml:id="v.1p.20"/> πάλιν δὲ ἤρετο αὐτὸν ὁ Φίλιππος, Ἀλλὰ τὸν Ὅμηρον οὕτω σφόδρα, <milestone unit="mpage" xml:id="mp.22"/> ὦ Ἀλέξανδρε, θαυμάζων, πῶς ὑπερορᾷς αὐτοῦ τὴν σοφίαν; ὅτι, ἔφη, καὶ τοῦ Ὀλυμπίασι κήρυκος ἥδιστʼ ἂν ἀκούοιμι φθεγγομένου μέγα καὶ σαφές, οὐ μέντοι κηρύττειν ἐβουλόμην αὐτὸς ἑτέρους νικῶντας, ἀλλὰ πολὺ μᾶλλον κηρύττεσθαι.</p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0612.tlg001.perseus-grc2:2" n="18"><p><del>ταῦτα δὲ λέγων ἐποίει φανερὸν ὅτι τὸνμὲν Ὅμηρον ἐνόμιζε δαιμόνιον καὶ θεῖον τῷ ὄντι κήρυκα τῆς ἀρετῆς, αὑτὸν δὲ καὶ τοὺς ἄνδρας ἐκείνους ἀθλητάς τε καὶ ἀγωνιστὰς τῶν καλῶν ἔργων ἡγεῖτο.</del> οὐδὲν μέντοι ἄτοπον, εἶπεν, ὦ πάτερ, εἰ καὶ ποιητὴς ἀγαθὸς εἴην παρεχούσης τῆς φύσεως· ἐπεί τοι καὶ ῥητορικῆς δέοι ἂν τῷ βασιλεῖ. σὺ γοῦν ἀντιγράφειν πολλάκισἀναγκάζει καὶ ἀντιλέγειν Δημοσθένει, μάλα δεινῷ ῥήτορι καὶ γόητι, καὶ τοῖς ἄλλοις τοῖς Ἀθήνησι πολιτευομένοις.</p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0612.tlg001.perseus-grc2:2" n="19"><p>καὶ ἐβουλόμην γε, εἶπεν ὁ Φίλιππος παίζων, παραχωρῆσαι Ἀθηναίοις Ἀμφιπόλεως ἀντὶ τῆς Δημοσθένους δεινότητος. ἀλλὰ πῶς Ὅμηρον οἴει διανοεῖσθαι περὶ ῥητορικῆς; δοκεῖ μοι, ἔφη, τὸ πρᾶγμα θαυμάζειν, ὦπάτερ. οὐ γὰρ ἄν τῷ τε Ἀχιλλεῖ διδάσκαλον λόγων ἐπήγετο τὸν Φοίνικα (φησὶ γοῦν πεμφθῆναι αὐτὸν ὑπὸ τοῦ πατρὸς <quote rend="blockquote">μύθων τε ῥητῆρʼ ἔμεναι πρηκτῆρά τε ἔργων.)</quote></p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0612.tlg001.perseus-grc2:2" n="20"><p>τῶν τε ἄλλων τοὺς ἀρίστους καὶ βασιλικωτάτους ἐποίησεν ἐσπουδακότας οὐχ ἧττον περὶ τὴν τοιαύτην δύναμιν, τόν τε Διομήδηνκαὶ Ὀδυσσέα καὶ Νέστορα, τοῦτον μὲν ὑπερβάλλοντα τῇ τε συνέσει καὶ τῇ πειθοῖ. φησὶ γοῦν ἐν ἀρχῇ τῆς ποιήσεως, <quote rend="blockquote">τοῦ καὶ ἀπὸ γλώσσης μέλιτος γλυκίων ῥέεν αὐδή· </quote></p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0612.tlg001.perseus-grc2:2" n="21"><p>ὥστε καὶ τὸν Ἀγαμέμνονα εὔχεσθαι δέκα γέροντας αὐτῷ τοιούτους εἶναι μᾶλλον συμβούλους ἢ νεανίσκους οἷος ὅ τʼ Αἴας καὶ <add>ὁ</add> Ἀχιλλεύς,ὡς θᾶττον ἂν ἁλούσης τῆς Τροίας. καὶ μὴν τὸ μέγεθος τῆς περὶ τοὺς λόγους χρείας ἐδήλωσεν ἐν ἑτέρῳ.</p></div></div></div></body></text></TEI>