<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0612.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="speech" xml:base="urn:cts:greekLit:tlg0612.tlg001.perseus-grc2" n="1"><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0612.tlg001.perseus-grc2:1" n="81"><p>ἡ δὲ ἐσθὴς παντοδαπή, τοῦτο μὲν ἁλουργίδων, <milestone unit="mpage" xml:id="mp.17"/> τοῦτο δὲ φοινικῶν, τοῦτο δὲ κροκωτῶν· ἦσαν δὲ καὶ λευκοί τινες φαινόμενοι τῶν πέπλων· πολλὰ δὲ καὶ κατέρρηκτο τῆς στολῆς. χρώματα δὲ παντοδαπὰ ἠφίει, φοβουμένη καὶ ἀγωνιῶσα καὶ ἀπιστοῦσα καὶ ὀργιζομένη, καὶ ποτὲ μὲν ὑπὸ λύπης ταπεινή, ποτὲ δὲ ὑφʼ ἡδονῆς μετέωρος ἑωρᾶτο, καὶ νῦν μὲν ἐγέλα τῷ προσώπῳ πάνυ ἀσελγῶς, πάλιν δὲ εὐθὺς ἐθρήνει.</p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0612.tlg001.perseus-grc2:1" n="82"><p>ἦν δὲ καὶ ὅμιλος περὶ αὐτὴν γυναικῶν οὐδὲν ἐκείναις ὁμοίων, αἷς ἔφην εἶναι περὶ τὴν Βασιλείαν, ἀλλʼ Ὠμότης καὶ Ὕβρις καὶ Ἀνομία καὶ Στάσις, αἳ πᾶσαι διέφθειρον αὐτὴν καὶ κάκιστα ἀπώλλυον. ἀντὶ δὲ Φιλίας Κολακεία παρῆν, δουλοπρεπὴς καὶ ἀνελεύθερος, οὐδεμιᾶς ἧττον ἐπιβουλεύουσα ἐκείνων, ἀλλὰ μάλιστα δὴ πάντων ἀπολέσαι ζητοῦσα.</p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0612.tlg001.perseus-grc2:1" n="83"><p>ὡς δὲ καὶ ταῦτα ἱκανῶς τεθέατο, πυνθάνεται αὐτοῦ ὁ Ἑρμῆς πότερα αὐτὸν ἀρέσειε τῶν πραγμάτων καὶ ποτέρα τῶν γυναικῶν. ἀλλὰ τὴν μὲν ἑτέραν, ἔφη, θαυμάζω καὶ ἀγαπῶ, καὶ δοκεῖ μοι θεὸς ἀληθῶς εἶναι, ζήλου καὶ μακαρισμοῦ ἀξία, ταύτην δὲ τὴν ὑστέραν ἐχθίστην ἔγωγε ἡγοῦμαι καὶ μιαρωτάτην, ὥστε ἥδιστα ἂν αὐτὴν ὤσαιμι κατὰ τούτου τοῦ σκοπέλου καὶ ἀφανίσαιμι. ταῦτʼ οὖν ἐπῄνεσεν ὁ Ἑρμῆς καὶ τῷ Διὶ ἔφρασεν.</p></div><pb xml:id="v.1p.16"/><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0612.tlg001.perseus-grc2:1" n="84"><p>κἀκεῖνος ἐπέτρεψεν αὐτῷ βασιλεύειν τοῦ σύμπαντος ἀνθρώπων γένους, ὡς ὄντι ἱκανῷ. τοιγαροῦν ὅπου μὲν ἴδοι τυραννίδα καὶ τύραννον ἐκόλαζε καὶ ἀνῄρει παρά τε Ἕλλησι καὶ βαρβάροις· ὅπου δὲ βασιλείαν καὶ βασιλέα, ἐτίμα καὶ ἐφύλαττεν. καὶ διὰ τοῦτο τῆς γῆς καὶ τῶν ἀνθρώπωνσωτῆρα εἶναι, οὐχ ὅτι τὰ θηρία αὐτοῖς ἀπήμυνεν· πόσον γὰρ ἄν τι καὶ βλάψειε λέων ἤ σῦς ἄγριος; ἀλλʼ ὅτι τοὺς ἀνημέρους καὶ πονηροὺς ἀνθρώπους ἐκόλαζε καὶ τῶν ὑπερηφάνων τυράννων κατέλυε καὶ ἀφῃρεῖτο τὴν ἐξουσίαν. καὶ νῦν ἔτι τοῦτο δρᾷ, καὶ βοηθός ἐστι καὶ φύλαξ σοι τῆς ἀρχῆς, ἕως ἄν τυγχάνῃς βασιλεύων.</p></div></div><div type="textpart" subtype="speech" xml:base="urn:cts:greekLit:tlg0612.tlg001.perseus-grc2" n="2"><head rend="align(center)"><milestone unit="alt" n="2"/><label>(2)</label>περὶ ΒΑΣΙΛΕΙΑΣ <num>β</num>.</head><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0612.tlg001.perseus-grc2:2" n="1"><p>λέγεταί ποτε Ἀλέξανδρον τῷ πατρὶ Φιλίππῳ μειράκιον ὄντα <milestone unit="mpage" xml:id="mp.18"/> διαλεχθῆναι περὶ Ὁμήρου μάλα ἀνδρείως καὶ μεγαλοφρόνως· οἱ δὲ αὐτοὶ λόγοι οὗτοι σχεδόν τι καὶ περὶ βασιλείας ἦσαν. ἐτύγχανε μὲν γὰρ ὁ Ἀλέξανδρος στρατευόμενος ἤδη μετὰ τοῦ πατρός, καίτοιτοῦ Φιλίππου κωλύοντος· ὁ δὲ οὐχ οἷός τʼ ἦν κατέχειν αὑτὸν, ὥσπερ οἱ γενναῖοι σκύλακες οὐχ ὑπομένουσιν ἀπολείπεσθαι τῶν ἐπὶ θήραν ἐξιόντων, ἀλλὰ ξυνέπονται πολλάκις ἀπορρήξαντες τὰ δεσμά.</p></div></div></div></body></text></TEI>