<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0612.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="speech" xml:base="urn:cts:greekLit:tlg0612.tlg001.perseus-grc2" n="1"><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0612.tlg001.perseus-grc2:1" n="76"><p>ταῦτα μὲν οὖνἀκούων καὶ ὁρῶν ἐτέρπετο καὶ προσεῖχε τὸν νοῦν, ὡς οὐδέποτε αὐτῶν ἐπιλησόμενος. ἐντεῦθεν δὴ ἐπεὶ κατιόντες ἐγένοντο κατὰ τὴν τυραννικὴν εἴσοδον, Δεῦρο, ἔφη, θέασαι καὶ τὴν ἑτέραν, ἧς ἐρῶσιν οἱ πολλοὶ καὶ περὶ ἧς πολλὰ καὶ παντοδαπὰ πράγματα ἔχουσι, φονεύοντες οἱ ταλαίπωροι, παῖδές τε γονεῦσι πολλάκις ἐπιβουλεύοντεσκαὶ γονεῖς παισὶ καὶ ἀδελφοὶ ἀδελφοῖς, τὸ μέγιστον κακὸν ἐπιποθοῦντες καὶ μακαρίζοντες, ἐξουσίαν μετὰ ἀνοίας.</p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0612.tlg001.perseus-grc2:1" n="77"><p>καὶ <milestone unit="mpage" xml:id="mp.16"/> δὴ πρῶτον μὲν αὐτῷ τὰ περὶ τὴν εἴσοδον ἐδείκνυεν, ὡς μία μὲν ἐφαίνετο πρόδηλος, καὶ αὐτὴ σχεδὸν, ὁποίαν πρότερον εἶπον, ἐπισφαλὴς καὶ παρʼ αὐτὸν φέρουσα τὸν κρημνόν, πολλαὶ δὲ ἄδηλοικαὶ ἀφανεῖς διαδύσεις, καὶ κύκλῳ πᾶς ὑπόνομος ὁ τόπος καὶ διατετμημένος ὑπʼ αὐτὸν οἶμαι τὸν θρόνον, αἱ δὲ πάροδοι καὶ ἀτραποὶ πᾶσαι πεφυρμέναι αἵματι καὶ μεσταὶ νεκρῶν. διὰ δὲ τούτων οὐδεμιᾶς ἦγεν αὐτόν, ἀλλʼ ἔξωθεν καθαρωτέραν, ἅτε οἶμαι θεατὴν ἐσόμενον.</p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0612.tlg001.perseus-grc2:1" n="78"><p>ἐπεὶ δὲ εἰσῆλθον, καταλαμβάνουσι τὴν Τυραννίδα καθημένηνὑψηλὴν ἐξεπίτηδες, προσποιουμένην καὶ ἀφομοιοῦσαν αὑτὴν τῇ Βασιλείᾳ, πολὺ δέ, ὡς ἐνόμιζεν, ὑψηλοτέρῳ καὶ κρείττονι τῷ θρόνῳ, μυρίας ἄλλας τινὰς ἔχοντι γλυφάς, καὶ διαθέσει χρυσοῦ καὶ ἐλέφαντος καὶ ἠλέκτρου καὶ ἐβένου καὶ παντοδαπῶν χρωμάτων πεποικιλμένῳ. τὴν δὲ βάσιν οὐκ ἦν ἀσφαλὴς ὁ θρόνος οὐδὲ</p></div><pb xml:id="v.1p.15"/><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0612.tlg001.perseus-grc2:1" n="79"><p>ἡδρασμένος, ἀλλὰ κινούμενός τε καὶ ὀκλάζων. ἦν δὲ οὐδʼ ἄλλο οὐδὲν ἐν κόσμῳ διακείμενον, ἀλλὰ πρὸς δόξαν ἅπαντα καὶ ἀλαζονείαν καὶ τρυφήν, πολλὰ μὲν σκῆπτρα, πολλαὶ δὲ τιᾶραι καὶ διαδήματα ἐπὶ τῆς κεφαλῆς. καὶ δὴ μιμουμένη τὸ ἐκείνης ἦθος ἀντὶ μὲν τοῦ προσφιλοῦς μειδιάματος ταπεινὸν ἐσεσήρει καὶ ὕπουλον, ἀντὶ δὲ τοῦ σεμνοῦ βλέμματος σκυθρωπὸν ὑφεωρᾶτο καὶ ἄγριον.</p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0612.tlg001.perseus-grc2:1" n="80"><p>ἵνα δὲ φαίνοιτο μεγαλόφρων, οὐ προσέβλεπε τοὺς προσιόντας, ἀλλʼ ὑπερεώρα καὶ ἠτίμαζεν. ἐκ δὲ τούτου πᾶσιν ἀπηχθάνετο, πάντας δὲ ὑπενόει. καθημένη δὲ ἀτρεμίζειν οὐκ ἐδύνατο, θαμινὰ δὲ κύκλῳ περιέβλεπε καὶ ἀνεπήδα πολλάκις ἐκ τοῦ θρόνου. τὸ δὲ χρυσίον αἴσχιστα ἐφύλαττεν ἐν τοῖς κόλποις, πάλιν δὲ ἐρρίπτει φοβηθεῖσα ἀθρόον, εἶτʼ εὐθὺς ἥρπαζεν ὅ,τι ἔχοι τις τῶν παριόντων καὶ τὸ βραχύτατον.</p></div></div></div></body></text></TEI>