<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0612.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="speech" xml:base="urn:cts:greekLit:tlg0612.tlg001.perseus-grc2" n="1"><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0612.tlg001.perseus-grc2:1" n="71"><p>τὸ δὲ πρόσωπον φαιδρὸν ὁμοῦ καὶ σεμνόν, ὡς τοὺς μὲν ἀγαθοὺς ἅπαντας θαρρεῖν ὁρῶντας, κακὸν δὲ μηδένα δύνασθαι προσιδεῖν, μὴ μᾶλλον ἢ τὸν ἀσθενῆ τὴν ὄψιν ἀναβλέψαι πρὸς τὸν <milestone unit="mpage" xml:id="mp.15"/> τοῦ ἡλίου κύκλον· καθεστηκὸς δὲ καὶ ὅμοιον αὐτῆς τὸ εἶδος ὁρᾶσθαι καὶ τὸ βλέμμα οὐ μετατρεπόμενον·</p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0612.tlg001.perseus-grc2:1" n="72"><p>πολλὴν δʼ εὐφημίαν τε καὶ ἡσυχίαν ἀθόρυβον κατέχειν τὸν τόπον. ἦν δὲ ἅπαντα μεστὰ καρπῶν τε καὶ ζῴων εὐθηνούντων ἀπὸ παντὸς γένους· παρῆν δὲ καὶ χρυσὸς αὐτόθι ἄπλετος σεσωρευμένος καὶ ἄργυρος καὶ χαλκὸς καὶ σίδηρος. οὐ μὴν ἐκείνη γε οὐδὲν τῷ χρυσῷ προσεῖχεν οὐδὲ ἐτέρπετο, ἀλλὰ μᾶλλον τοῖς καρποῖς τε καὶ ζῴοις.</p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0612.tlg001.perseus-grc2:1" n="73"><p>ἰδὼν οὖν αὐτὴν ὁ Ἡρακλῆς ᾐδέσθη τε καὶ ἠρυθρίασεν, τιμῶν καὶ σεβόμενος, ὡς ἂν ἀγαθὸς παῖς μητέρα γενναίαν. καὶ ἤρετο τίς ἐστι θεῶν τὸν Ἑρμῆν· ὁ δὲ εἶπεν, Αὕτη σοι μακαρία δαίμων Βασιλεία, Διὸς βασιλέως ἔκγονος. ὁ δὲ Ἡρακλῆς ἐχάρη καὶ ἐθάρρησε πρὸς αὐτήν. καὶ αὖθις ἐπήρετο τὰς σὺν αὐτῇ γυναῖκας. τίνες εἰσίν; ἔφη· ὡς <pb xml:id="v.1p.14"/> εὐσχήμονες καὶ μεγαλοπρεπεῖς καὶ ἀρρενωποί.</p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0612.tlg001.perseus-grc2:1" n="74"><p>ἥδε μέν, ἔφη, σοι ἡ προσορῶσα γοργόν τε καὶ πρᾷον, ἐκ δεξιῶν καθημένη, Δίκη, πλείστῳ δὴ καὶ φανερωτάτῳ λάμπουσα κάλλει. παρὰ δὲ αὐτὴν Εὐνομία, πάνυ ὁμοία καὶ μικρὸν διαφέρουσα τὸ εἶδος.</p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0612.tlg001.perseus-grc2:1" n="75"><p>ἐκ δὲ τοῦ ἐπὶ θάτερα μέρους γυνὴ σφόδρα ὡραία καὶ ἁβρῶς ἐσταλμένη καὶμειδιῶσα ἀλύπως· εἰρήνην καλοῦσιν αὐτήν· ὁ δʼ ἐγγὺς οὗτος ἑστηκὼς τῆς Βασιλείας παρʼ αὐτὸ τὸ σκῆπτρον ἔμπροσθεν ἰσχυρὸς ἀνήρ, πολιὸς καὶ μεγαλόφρων, οὗτος δὴ <del>καλεῖται</del> Νόμος, ὁ δὲ αὐτὸς καὶ λόγος ὀρθὸς κέκληται, σύμβουλος καὶ πάρεδρος, οὗ χωρὶς οὐδὲν ἐκείναις πρᾶξαι θέμις οὐδὲ διανοηθῆναι.</p></div></div></div></body></text></TEI>