<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0612.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="speech" xml:base="urn:cts:greekLit:tlg0612.tlg001.perseus-grc2" n="1"><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0612.tlg001.perseus-grc2:1" n="66"><p> ὁ δὲ ἀφικόμενος εἰς Θήβας, ἔνθα νέος ὢν ἐτρέφετο Ἡρακλῆς, ἔφραζέν τε ὃς εἴη καὶ παρʼ ὅτου πεμφθείς, καὶ ἄγει λαβὼν αὐτὸν ἄφραστον καὶ ἄβατον ἀνθρώποις ὁδόν, ἕως ἦλθεν ἐπί τινα ὑπεροχὴν ὄρους περιφανῆ <milestone unit="mpage" xml:id="mp.14"/> καὶ σφόδρα ὑψηλήν, τὰ δὲ ἔξωθεν δεινῶς ἀπότομον κρημνοῖσὀρθίοις καὶ βαθείᾳ φάραγγι ποταμοῦ κύκλῳ περιρρέοντος, πολὺν ψόφον τε καὶ ἦχον ἀναδιδόντος, ὡς τοῖς κάτωθεν ἀναβλέπουσι μίαν ὁρᾶσθαι τὴν ἄνω κορυφήν, τὸ δὲ ἀληθὲς ἦν δίδυμος ἐκ μιᾶς ῥίζης, καὶ πολύ γε ἀλλήλων διεστήκεσαν.</p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0612.tlg001.perseus-grc2:1" n="67"><p>ἐκαλεῖτο δὲ αὐτῶν ἡ μὲν βασίλειος ἄκρα, ἱερὰ Διὸς βασιλέως, ἡ δὲ ἑτέρα τυραννική,Τυφῶνος ἐπώνυμος. δύο δὲ εἶχον ἔξωθεν ἐφόδους εἰς αὑτάς, <del>ἑκατέρα</del> ἡ μὲν βασίλειος ἀσφαλῆ καὶ πλατεῖαν, ὡς ἀκινδύνως τε καὶ ἀπταίστως διʼ αὐτῆς εἰσιέναι ἐφʼ ἅρματος ἐλαύνοντα, εἴ τῳ δεδομένον εἴη παρὰ τοῦ μεγίστου θεῶν· ἡ δὲ ἑτέρα <pb xml:id="v.1p.13"/> στενήν τε καὶ σκολιὰν καὶ βίαιον, ὡς τοὺς πλείστους πειρωμένους αὐτῆς οἴχεσθαι κατὰ τῶν κρημνῶν καὶ τοῦ ῥεύματος, ἅτε οἶμαι παρὰ δίκην ἰόντας.</p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0612.tlg001.perseus-grc2:1" n="68"><p>φαίνεται μὲν οὖν, ὅπερ ἔφην, τοῖς πολλοῖς, ἅτε ὁρῶσι μακρόθεν, ἄμφω μία τε καὶ ἐν ταὐτῷ σχεδόν, ὑπερέχει δὲ ἡ βασίλειος κορυφὴ τοσοῦτον ὥστʼ ἐκείνη μὲν ἐπάνω τῶν νεφῶν ἐστιν, ἐν αὐτῷ τῷ <del>τε</del> καθαρῷ καὶ αἰθρίῳ ἀέρι, ἡ δὲ ἑτέρα πολὺ κατωτέρω, περὶ αὐτὴν μάλιστα τὴν τῶν νεφῶν συστροφήν, σκοτεινὴ καὶ ἀχλυώδης.</p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0612.tlg001.perseus-grc2:1" n="69"><p>ἄγων οὖν ἐκεῖσε ὁ Ἑρμῆς ἐπέδειξε τὴν φύσιν τοῦ χωρίου. τοῦ δὲ Ἡρακλέους, ἅτε νέου καὶ φιλοτίμου, προθυμουμένου θεάσασθαι τἄνδον, Οὐκοῦν ἕπου, φησίν, ἵνα καὶ σαφῶς ἴδῃς τὴν διαφορὰν τῶν ἄλλων, ἃ λανθάνει τοὺς ἀνοήτους.</p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0612.tlg001.perseus-grc2:1" n="70"><p>ἐπεδείκνυεν οὖν αὐτῷ πρῶτον ἐπὶ τῆς μείζονος κορυφῆς καθημένην ἐν θρόνῳ λαμπρῷ γυναῖκα εὐειδῆ καὶ μεγάλην, ἐσθῆτι λευκῇ κεκοσμημένην, σκῆπτρον ἔχουσαν οὐ χρυσοῦν οὐδὲ ἀργυροῦν, ἀλλʼ ἑτέρας φύσεως καθαρᾶς καὶ πολὺ λαμπροτέρας, ὁποίαν μάλιστα τὴν Ἥραν γράφουσι·</p></div></div></div></body></text></TEI>