<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0612.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="speech" xml:base="urn:cts:greekLit:tlg0612.tlg001.perseus-grc2" n="1"><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0612.tlg001.perseus-grc2:1" n="56"><p>ταῦτα δὲ ἔλεγεν, οὐχ ὥσπερ οἱ πολλοὶ τῶν <milestone unit="mpage" xml:id="mp.12"/> λεγομένων ἐνθέων ἀνδρῶν καὶ γυναικῶν, ἀσθμαίνουσα καὶ περιδινοῦσα τὴν κεφαλὴν καὶ πειρωμένη δεινὸν ἐμβλέπειν, ἀλλὰ πάνυ ἐγκρατῶς καὶ σωφρόνως. συμβαλεῖς δέ, ἔφη, ποτὲ ἀνδρὶ καρτερῷ,πλείστης ἄρχοντι χώρας καὶ ἀνθρώπων· τούτῳ μήποτε ὀκνήσῃς εἰπεῖν τόνδε τὸν μῦθον, εἰ καί σου καταφρονεῖν τινες μέλλοιεν ὡς ἀδολέσχου καὶ πλάνητος.</p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0612.tlg001.perseus-grc2:1" n="57"><p>οἱ γὰρ ἀνθρώπων λόγοι καὶ τὰ πάντα σοφίσματα οὐδενὸς ἄξια πρὸς τὴν παρὰ τῶν θεῶν ἐπίπνοιαν καὶ <pb xml:id="v.1p.11"/> φήμην. ὅσοι γάρ ποτε σοφοὶ καὶ ἀληθεῖς κατʼ ἀνθρώπους λόγοι περὶ θεῶν τε καὶ τοῦ σύμπαντος, οὐκ ἄνευ θείας ποτε βουλήσεως καὶ τύχης <del>ἐν ψυχῇ ποτε</del> ἀνθρώπων ἐγένοντο διὰ τῶν πρώτων μαντικῶν τε καὶ θείων ἀνδρῶν·</p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0612.tlg001.perseus-grc2:1" n="58"><p>οἷον ἐν Θρᾴκῃ τινὰ λέγουσιν Ὀρφέα γενέσθαι Μούσης υἱόν, ἄλλον δὲ ποιμένα ἐν ὄρει τινὶ τῆς Βοιωτίας αὐτῶν ἀκοῦσαι τῶν Μουσῶν· ὅσοι δὲ ἄνευ δαιμονίου κατοχῆς καὶ ἐπιπνοίας λόγους τινὰς ὡς ἀληθεῖς παρʼ αὑτῶν ἐκόμισαν εἰς τὸν βίον ἀτόπους καὶ πονηρούς. ἄκουε δὴ τοῦδε τοῦ μύθου σφόδρα ἐγρηγορώς τε καὶ τὸν νοῦν προσέχων, ὅπως διαμνημονεύσας ἀπαγγείλῃς πρὸς ἐκεῖνον, ᾧ φημί σε συμβαλεῖν. ἔστι δὲ περὶ τοῦδε τοῦ θεοῦ, παρʼ ᾧ νῦν ἐσμεν.</p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0612.tlg001.perseus-grc2:1" n="59"><p>ἦν μὲν γάρ, ὡς πάντες λέγουσι, Διὸς υἱὸς ἐξ Ἀλκμήνης, βασιλεὺς δὲ οὐ μόνον Ἄργους, <del>ἀλλὰ</del> καὶ τῆς Ἑλλάδος ἁπάσης. τοῦτο δὲ οἱ πολλοὶ οὐκ ἴσασιν, ἀλλʼ ὅτι αὐτὸς ἀπεδήμει στρατευόμενος καὶ φυλάττων τὴν ἀρχήν, οἱ δʼ Εὐρυσθέα φασὶ βασιλεύειν τότε <del>ὃς ἦν πάντων φιλοπονώτατος καὶ πολὺ κρείττων τῶν ἐκεῖ</del>. ταῦτα μὲν οὖν λέγεται μάτην ὑπʼ αὐτῶν.</p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0612.tlg001.perseus-grc2:1" n="60"><p>ἐκεῖνος δὲ οὐ μόνον τῆς Ἑλλάδος ἦν βασιλεύς, ἀλλʼ ἀπʼ ἀνίσχοντος ἡλίου μέχρι δυομένου πάσης ἦρχε γῆς καὶ τῶν ἀνθρώπων ἁπάντων, παρʼ οἷς ἱερά ἐστιν Ἡρακλέους.</p></div></div></div></body></text></TEI>