φασί ποτε Ἀλεξἀνδρῳ τῷ βασιλεῖ τὸν αὐλητὴν Τιμόθεον τὸ πρῶτον ἐπιδεικνύμενον αὐλῆσαι κατὰ τὸν ἐκείνου τρόπον μάλα ἐμπείρως καὶ μουσικῶς, οὐ μαλακὸν αὔλημα οὐδὲ ἀναβεβλημένον οὐδὲ τῶν πρὸς ἄνεσιν καὶ ῥᾳθυμίαν ἀγόντων, ἀλλʼ αὐτὸν οἶμαι τὸν ὄρθιον τὸν τῆς Ἀθηνᾶς ἐπικαλούμενον νόμον. καὶ τὸν Ἀλέξανδρον εὐθὺς ἀναπηδῆσαι πρὸς τὰ ὅπλα τοῖς ἐνθέοις ὁμοίως· οὕτω σφόδρα ἐπαρθῆναι αὐτὸν ὑπὸ τοῦ μέλους τῆς μουσικῆς καὶ τοῦ ῥυθμοῦ τῆς αὐλήσεως. τὸ δὲ τούτου αἴτιον οὐχ οὕτως ἡ τῆς μουσικῆς δύναμις ὡς ἡ τοῦ βασιλέως διάνοια σύντονος οὖσα καὶ θυμοειδής· ἐπεὶ Σαρδανάπαλλον οὐκ ἄν ποτε ἤγειρεν ἐκ τοῦ θαλάμου καὶ παρὰ τῶν γυναικῶν οὐχ ὅπως Τιμόθεος ἤ ἄλλος τις τῶν νεωτέρων, ἀλλʼ οὐδὲ Μαρσύας αὐτὸς ἤ Ὄλυμπος· δοκεῖ δʼ ἔμοιγε μηδὲ τῆς Ἀθηνᾶς, εἰ δυνατὸν, διεξιούσης τὸν αὑτῆς νόμον ἅψασθαί ποτʼ ἄν ὅπλων ἐκεῖνος, πολὺ δʼ ἂν πρότερον ὀρχήσασθαι ἀναστὰς ἢ φυγεῖν· οὕτως ἀθλίως εἶχεν ὑπὸ ἐξουσίας καὶ τρυφῆς. οὐκοῦν καὶ ἡμᾶς εἰκός ἐστι μὴ χείρους ἀνδρὸς αὐλητοῦ γενέσθαι περὶ τὸ ἡμέτερον ἔργον, μηδὲ ἧττον ἀνδρείους καὶ μεγαλόφρονας εὑρεῖν λόγους τῶν ἐκείνου κρουμάτων, ἔτι δὲ μὴ ἕνα τρόπον ἡρμοσμένους, ἀλλὰ τοὺς αὐτοὺς σφοδρούς τε καὶ πρᾴους καὶ πολεμικοὺς ἅμα καὶ εἰρηνικοὺς καὶ νομίμους καὶ τῷ ὄντι βασιλικούς, ἅτε οἶμαι πρὸς ἀνδρεῖον βουλόμενον εἶναι καὶ νόμιμον ἡγεμόνα, πολλοῦ μὲν δεόμενον θάρσους, πολλῆς δὲ καὶ ἐπιεικείας.