συνιόντων δὲ ἡμῶν ὁμόσε τοῖς ἀνδράσιν, ἐκδραμὼν τοξότης ἐκ τῶν πολεμίων ἐστοχάσατο τούτου, ἁμαρτὼν δὲ αὐτοῦ βάλλει ἐγγὺς ἐμοῦ· οὗτός τε λόγχην ἀφίησιν ἐπ᾿ αὐτόν, καὶ ἐκεῖνος ἀνελόμενος ᾤχετο εἰς τὸ στρατόπεδον. ἐγὼ δὲ ἀνελὼν τὸν οἰστὸν δίδωμι Εὐρυβάτῃ δοῦναι Τεύκρῳ, ἵνα χρῷτο. ἀνοχῆς δὲ γενομένης ἀπὸ τῆς μάχης ὀλίγον χρόνον, δείκνυσί μοι τὸν οἰστὸν ὑπὸ τοῖς πτεροῖς γράμματα ἔχοντα. ἐκπλαγεὶς δὲ ἐγὼ τῷ πράγματι, προσκαλεσάμενος Σθένελόν τε καὶ Διομήδη ἐδείκνυον αὐτοῖς τὰ ἐνόντα. ἡ δὲ γραφὴ ἐδήλου τάδε· ,,Ἀλέξανδρος Παλαμήδει. ὅσα συνέθου Τηλέφῳ, πάντα σοι ἔσται, ὅ τε πατὴρ Κασάνδραν γυναῖκα δίδωσί σοι, καθάπερ ἐπέστειλας· ἀλλὰ τὰ ἀπὸ σοῦ πραττέσθω διὰ τάχους“. ἐνεγέγραπτο μὲν ταῦτα· καί μοι προσελθόντες μαρτυρήσατε οἱ λαβόντες τὸ τόξευμα. ΜΑΡΤΥΡΕΣ. Ἐπέδειξα δὲ ἂν καὶ αὐτὸ τὸ τόξευμα ὑμῖν, ὡς ἀληθὲς ἦν· νῦν δὲ ἐν τῷ θορύβῳ ἔλαθεν αὐτὸ Τεῦκρος ἀποτοξεύσας. δεῖ δέ με καὶ τὰ λοιπὰ διελθεῖν ὡς ἔχει, μηδ᾿ εἰκῇ οὕτως ἄνδρα σύμμαχον περὶ θανάτου κρίνειν, αἰσχίστην αἰτίαν προστιθέντα, καὶ ταῦτα πρότερον ἐν ὑμῖν ηὐδοκιμηκότα. Ἡμεῖς μὲν γὰρ πρὶν ἐμβαλεῖν δεῦρο πολὺν χρόνον ἐν ταὐτῷ ἐγενόμεθα, καὶ οὐδεὶς ἡμῶν εἶδεν ἔχοντα τοῦτον σημεῖον ἐν τῇ ἀσπίδι· ἐπειδὴ δὲ κατεπλεύσαμεν δεῦρο, τρίαιναν ἐπεγράψατο. τίνος ἕνεκα; ἵνα δῆλος εἴη τῷ ἐπιγράμματι, ὅ τε ἀντιτεταγμένος τοῦτον τοξεύοι διὰ τὸ σύνθημα, οὗτός τε εἰς ἐκεῖνον ἐσακοντίζοι. Τεκμαίρεσθαι δὲ δεῖ ἐκ τούτων εἰκότως καὶ τὴν ἄφεσιν τῆς λόγχης. φημὶ γὰρ καὶ ἐν ἐκείνῃ γράμματα εἶναι, πηνίκα τε καὶ πότε προδώσει· πιστὰ γὰρ ἦν οὕτω παρ᾿ ἀλλήλων τὰ πεμπόμενα, οὗτός τε ἐκείνοις ἐκεῖνοί τε τούτῳ πέμποντες διὰ τοιούτου εἴδους καὶ μὴ δι᾿ ἀγγέλων.