καὶ Ἀγαμέμνονι μὲν ἀποδίδωσι χαλκοῦν θώρακα, ὅστις οὐδενὸς ἄξιος ἦν, τὰ δὲ ἄλλα αὐτὸς εἶχε χρήματα. ἀπήγγελλε δὲ ὅτι ἑκατὸν ναῦς ἀποπέμψει ὁ Κινύρας· ὁρᾶτε δὲ καὶ αὐτοὶ οὐδεμίαν παρ᾿ αὐτοῦ ἥκουσαν. ὥστε καὶ διὰ ταῦτα δικαίως ἄν μοι δοκεῖ θανάτῳ ζημιωθῆναι, εἰ ἄρα γε κολάσασθαι ἄξιόν ἐστι τὸν σοφιστήν, ὃς ἐπὶ τοῖς φίλοις τὰ αἴσχιστα μηχανώμενος πέφανται. Ἄξιον δὲ καταμαθεῖν ἃ καὶ φιλοσοφεῖν ἐπικεχείρηκεν ἐξαπατῶν τοὺς νέους καὶ παραπείθων, φάσκων τάξεις ἐξηυρηκέναι πολεμικάς, γράμματα, ἀριθμούς, μέτρα, σταθμούς, πεττούς, κύβους, μουσικήν, νόμισμα, πυρσούς. καὶ οὐδὲ αἰσχύνεται ὅταν αὐτίκα ἐλέγχηται φανερῶς ἐν ὑμῖν ψευδόμενος. Νέστωρ γὰρ ὅδε, πρεσβύτατος ὢν ἡμῶν ἁπάντων, καὶ αὐτὸς ἐν τοῖς Πειρίθου γάμοις μετὰ Λαπιθῶν ἐμαχέσατο Κενταύροις ἐν φάλαγγι καὶ τάξει· Μενεσθεὺς δὲ πρῶτος λέγεται κοσμῆσαι τάξεις καὶ λόχους καὶ φάλαγγας συστῆσαι, ἡνίκα Εὔμολπος ὁ Ποσειδῶνος ἐπ᾿ Ἀθηναίους ἐστράτευσε Θρᾷκας ἄγων· ὥστ᾿ οὐ Παλαμήδους τὸ ἐξεύρημά ἐστιν, ἀλλ᾿ ἄλλων πρότερον. γράμματα μὲν δὴ πρῶτος Ὀρφεὺς ἐξήνεγκε, παρὰ Μουσῶν μαθών, ὡς καὶ τὰ ἐπὶ τῷ μνήματι αὐτοῦ δηλοῖ ἐπιγράμματα· Μουσάων πρόπολον τῇδ᾿ Ὀρφέα Θρῇκες ἔθηκαν, ὃν κτάνεν ὑψιμέδων Ζεὺς ψολόεντι βέλει, Οἰάγρου φίλον υἱόν, ὃς Ἡρακλῆ ἐξεδίδαξεν, εὑρὼν ἀνθρώποις γράμματα καὶ σοφίην. μουσικὴν δὲ Λίνος ὁ Καλλιόπης, ὃν Ἡρακλῆς φονεύει. ἀριθμούς γε μὴν Μουσαῖος ὁ τῶν Εὐμολπιδῶν, Ἀθηναῖος, ὡς καὶ τὰ ποιήματα αὐτοῦ δηλοῖ· ὄρθιον ἑξαμερὲς τετόρων καὶ εἴκοσι μέτρων. — ὡς δεκάτην γενεὴν ἑκατὸν βιοτευέμεν ἄνδρας.