ὁ δὲ παραλαβὼν ἦγεν αὐτήν, καὶ ὡς γίγνονται ἐν τῷ Παρθενίῳ ὄρει, τίκτει Τήλεφον. ἀμελήσας δὲ ὧν ὁ Ἄλεως αὐτῷ ἐπέστειλεν, ἄγων αὐτὴν ἀπέδοτο καὶ τὸ παιδίον ἐς Μυσίαν Τεύθραντι τῷ βασιλεῖ. ὁ δὲ Τεύθρας ἄπαις ὢν τὴν μὲν Αὔγην γυναῖκα ποιεῖται, τὸν δὲ παῖδα αὐτῆς ἐπονομάσας Τήλεφον τίθεται υἱὸν ἑαυτοῦ, δίδωσί τε Πριάμῳ αὐτὸν εἰς τὸ Ἴλιον παιδεῦσαι. χρόνου δὲ προϊόντος Ἀλέξανδρος ἐπεθύμησεν εἰς τὴν Ἑλλάδ᾿ ἀφικέσθαι, τό τε ἱερὸν τὸ ἐν Δελφοῖς θεωρῆσαι βουλόμενος, ἅμα δὲ καὶ τὸ κάλλος τῆς Ἑλένης ἀκούων δηλονότι, καὶ τὴν τοῦ Τηλέφου γένεσιν ἀκηκοώς, ὁπόθεν τε εἴη καὶ τίνα τρόπον καὶ ὑπὸ τίνος ἐπράθη. ὥστε Ἀλέξανδρος οὕτω τὴν ἀποδημίαν ἐποιεῖτο διὰ προφάσεις τοιαύτας εἰς τὴν Ἑλλάδα. ἐν δὲ τῷ καιρῷ τούτῳ οἱ Μόλου παῖδες ἀφικνοῦνται ἐκ Κρήτης, δεόμενοι Μενελάου αὐτούς τε διαλλάξαι καὶ διελεῖν τὴν κτῆσιν αὐτοῖς, ὅτι εἴη ὁ πατὴρ τετελευτηκὼς αὐτοί τε στασιάζοιεν περὶ τῶν πατρῴων χρημάτων. εἶεν· τί οὖν γίγνεται; πλεῖν αὐτῷ ἔδοξε, καὶ ἐπιστείλας τῇ γυναικὶ καὶ τοῖς ἀδελφοῖς αὐτῆς ἐπιμελεῖσθαι τῶν ξένων, ἵνα μηδενὸς ἔσοιντο ἐνδεεῖς, ἕως ἂν αὐτὸς ἔλθῃ ἐκ Κρήτης, ὁ μὲν ᾤχετο· Ἀλέξανδρος δὲ αὐτοῦ τὴν γυναῖκα ἐξαπατήσας, ἐκ τῶν οἴκων λαβὼν ὅσα πλεῖστα ἐδύνατο, ἀποπλέων ᾤχετο, οὐκ αἰδεσθεὶς οὔτε Δία ξένιον οὔτε θεῶν οὐδένα, ἄνομα καὶ βάρβαρα ἔργα διαπραξάμενος, ἄπιστα πᾶσι καὶ τοῖς ἐπιγιγνομένοις ἀκοῦσαι. ἀφικομένου δὲ αὐτοῦ, καὶ πάλιν εἰς Ἀσίαν ἄγοντος τὰ χρήματα καὶ τὴν γυναῖκα, ἔστιν ὅπου ἀντελάβου τινὸς ἢ βοὴν ἐσήμηνας τοῖς περιοίκοις ἢ βοήθειαν συνέλεξας; οὐκ ἂν ἔχοις εἰπεῖν, ἀλλὰ περιεῖδες Ἕλληνας ὑπὸ βαρβάρων ὑβρισθέντας. ἐπεὶ δ᾿ ἐπύθοντο οἱ Ἕλληνες τὴν ἁρπαγὴν καὶ Μενέλεως ᾔσθετο, ἤγειρε τὴν στρατιὰν καὶ διέπεμπεν ἡμῶν ἄλλον ἄλλοσε εἰς τὰς πόλεις αἰτήσοντας στρατόν. καὶ δὴ τοῦτον ἔπεμψεν εἰς Χίον πρὸς Οἰνοπίωνα καὶ εἰς Κύπρον πρὸς Κινύραν. ὁ δὲ Κινύραν τε ἔπεισε μὴ συστρατεύειν ἡμῖν, δῶρά τε πολλὰ παρ᾿ αὐτοῦ λαβὼν ἀποπλέων ᾤχετο·