Ἔτι δὲ καὶ τόδε σκεψώμεθα. ψήφισμα ἡμῖν ἐγένετο, ὃς ἂν βέλος τι λάβῃ ἐκ τῶν πολεμίων, ἀποφέρειν πρὸς τοὺς ἡγεμόνας, διὰ τὸ σπανίοις αὐτοῖς χρῆσθαι ἡμᾶς· καὶ οἱ μὲν ἄλλοι πειθαρχοῦσι τοῖς ἐψηφισμένοις, οὗτος δὲ βέλη ἀνελόμενος πέντε [τοξεύειν], φανερός ἐστιν οὐδὲ ἓν πρὸς ὑμᾶς ἐνηνοχώς, ὥστε καὶ διὰ ταῦτα δικαίως ἄν μοι δοκεῖ θανάτῳ ζημιωθῆναι. ἆρά γε ἐνθυμεῖσθε ὦ ἄνδρες Ἕλληνες, ὅτι ταῦτα τοῦ σοφιστοῦ τῆς διανοίας καὶ τοῦ φρονήματος αὐτοῦ τυγχάνει, ὃς φιλοσοφῶν ἐφ᾿ οἷς ἥκιστα ἐχρῆν αὐτὸν ταῦτα /> καὶ τοῦ φρονήματος αὐτοῦ τυγχάνει, ὃς φιλοσοφῶν ἐφ᾿ οἷς ἥκιστα ἐχρῆν αὐτὸν ταῦτα πράττει; Τά τε πράγματα τὰ περιεστηκότα καὶ τὴν στρατείαν πᾶσαν ἐπιδείξω αἴτιον γεγονότα ἡμῖν τόν τε πατέρα αὐτοῦ καὶ τοῦτον αὐτόν. ἀνάγκη δὲ καὶ διὰ μακροτέρων λόγων ῥηθῆναι τὰ γενόμενα. Τούτῳ πατήρ ἐστι πένης, ὄνομα Ναύπλιος, τέχνην ἔχων ἁλιείαν. οὗτος πλείστους τῶν Ἑλλήνων ἠφάνικε, χρήματά τε πολλὰ ἐκ τῶν νεῶν ὑφῄρηται, κακά τε πλεῖστα τοὺς ναυτίλους εἴργασται, πανουργίας τε οὐδεμιᾶς λείπεται· γνώσεσθε δὲ προϊόντος τοῦ λόγου, τὰς ἀληθείας ἀκούσαντες τῶν γενομένων. Ἄλεῳ γὰρ τῷ Τεγέας βασιλεῖ ἀφικομένῳ εἰς Δελφοὺς ἐχρήσθη ὑπὸ τοῦ θεοῦ ὅτι αὐτῷ ἔκγονος ἐκ τῆς θυγατρὸς εἰ γένοιτο, ὑπὸ τούτου δεῖν τοὺς υἱοὺς αὐτοῦ ἀπολέσθαι. ἀκούσας δὲ ταῦτα ὁ Ἄλεως διὰ τάχους ἀφικνεῖται οἴκαδε, καὶ καθίστησι τὴν θυγατέρα ἱέρειαν τῆς Ἀθηνᾶς, εἰπών, εἴ ποτε ἀνδρὶ συγγενήσεται, θανατώσειν αὐτήν. τύχης δὲ γενομένης ἀφικνεῖται Ἡρακλῆς στρατευόμενος ἐπ᾿ Αὐγέαν εἰς Ἦλιν, καὶ αὐτὸν ξενίζει ὁ Ἄλεως ἐν τῷ ἱερῷ τῆς Ἀθηνᾶς. ἰδὼν δὲ ὁ Ἡρακλῆς τὴν παῖδα ἐν τῷ νεῷ ὑπὸ μέθης συνεγένετο. ἐπεὶ δὲ κύουσαν αὐτὴν ὁ πατὴρ ᾔσθετο Ἄλεως, μεταπέμπεται τὸν τούτου πατέρα, πυθόμενος πορθμέα τε εἶναι αὐτὸν καὶ δεινόν. ἀφικομένου δὲ τοῦ Ναυπλίου δίδωσιν αὐτῷ τὴν παῖδα καταποντίσαι.