Φράσις ἐστὶ λόγος ἐγκατάσκευος, ἢ λόγος κατά τινα δήλωσιν περισσοτέραν ἐκφερόμενος, τῆς δὲ φράσεως εἴδη εἰσὶ δύο, κυριολογία τε καὶ τρόπος. κυριολογία μὲν οὖν ἐστιν ἡ διὰ τῆς πρώτης θέσεως τῶν ὀνομάτων τὰ πράγματα σημαίνουσα, οἷον πὺξ μὲν ἐνίκησα Κλυτομήδεα Φαίνοπος υἱόν· Ἀγκαῖον δὲ πάλην Πλευρώνιον, ὅς μοι ἀνέστη. Ἴφικλον δὲ πόδεσσι παρέδραμον ἐσθλὸν ἔοντα· δουρὶ δ᾽ ὑπειρέβαλον Φυλῆά τε καὶ Πολύδωρον. τρόπος δέ ἐστι λόγος κατὰ παρατροπὴν τοῦ κυρίου λεγόμενος κατά τινα δήλωσιν κοσμιωτέραν κατὰ τὸ ἀναγκαῖον. τρόποι δέ εἰσιν οἱ γενικωτάτην ἐμφαίνοντες στάσιν τέσσαρες καὶ δέκα, μεταφορά, κατάχρησις, ἀλληγορία, αἴνιγμα, μετάληψις, μετωνυμία, συνεκδοχή, ὀνοματοποιΐα, περίφρασις,ἀναστροφή,ὑπερβατόν,πλεονασμός, ἔλλειψις, παραπλήρωμα. τούτους δὲ ποιητικούς καλοῦσιν, ἐπεὶ κατά γε τὸ πλεῖστον ἡ τούτων χρῆσις παρὰ ποιηταῖς, καὶ ὅτι τούτοις οἱ γραμματικοὶ χρῶνται ἐξηγούμενοι τὰ κυρίως ἢ τροπικῶς τοῖς ποιηταῖς εἰρημένα. α'. ΠΕΡΙ ΜΕΤΑΦΟΡΑΣ. Μεταφορά ἐστι λέξις μεταφερομένη ἀπὸ τοῦ κυρίου ἐπὶ τὸ μὴ κύριον ἐμφάσεως ἢ ὁμοιώσεως ἕνεκα, ἐμφάσεως μέν, οἷον αἰχμὴ δὲ διέσσυτο μαιμώωσα. ἡ γὰρ μαιμώωσα λέξις, ὅπερ ἐστὶ προθυμουμένη, ἰδίως ἐπὶ ἐμψύχου τασσομένη νῦν ἐπὶ ἀψύχου τοῦ δόρατος τέτακται· ὁμοιώσεως δὲ πάντες δ᾽ ἐσσείοντο πόδες πολυπιδάκου Ἴδης· καὶ οὔρεος ἐν κορυφῇσι. πόδες γὰρ καὶ κορυφαὶ ἐπ᾽ ἀνθρώπων ῥηθεῖεν ἄν, ἐπὶ δὲ ὄρους ὑπώρειαι καὶ ἀκρώρειαι. γίνεται δὲ ἡ μεταφορὰ τετραχῶς, ἀπὸ ἐμψύχων ἐπὶ ἔμψυχα, οἷον ποιμένα λαῶν, ἄμφω γὰρ ἔμψυχα. ἀπὸ ἀψύχων ἐπὶ ἄψυχα, οἷον σπέρμα πυρὸς σώζων. ἀπὸ ἐμψύχων ἐπὶ ἄψυχα, οἷον ἐν γαίῃ ἵστατο λιλαιομένη χροὸς ἆσαι· καὶ κυλίνδετο λᾶας ἀναιδής· ἀπὸ ἀψύχων ἐπὶ ἔμψυχα, οἷον ἄσβεστος δ᾽ ἀνῶρτο γέλως μακάρεσσι θεοῖσι. β'. ΠΕΡΙ ΚΑΤΑΧΡΗΣΕΩΣ. Κατάχρησίς ἐστι λέξις μετενηνεγμένη ἀπὸ τοῦ πρώτου κατονομασθέντος κυρίως τε καὶ ἐτύμως ἐφ᾽ ἕτερον ἀκατονόμαστον κατὰ τὸ οἰκεῖον, οἷον γόνυ καλάμου, καὶ ὀφθαλμὸς ἀμπέλου, καὶ χεῖλος κεραμίου καὶ τράχηλος ὄρους· κυρίως γὰρ ταῦτα ἐπὶ ἀνθρώπου λέγονται, καὶ πάλιν πυξὶς μὲν λέγεται ἡ ἐκ πύξου κατεσκευασμένη, καταχρηστικῶς δὲ καὶ ἡ χαλκῆ καὶ ἡ ἐξ οἵας δήποτε πεποιημένη ὕλης. τῷ αὐτῷ σχήματι ἀνδριὰς κυρίως μὲν τὸ τοῦ ἀνδρὸς ἀπεικόνισμα, καταχρηστικῶς δὲ καὶ γυναικός, καὶ ἀνδροφόνος κυρίως ὁ ἄνδρα φονεύσας, καταχρηστικῶς δὲ καὶ ὁ γυναῖκα. ἔτι τριήραρχος κυρίως ὁ τριήρους ἄρχων, καταχρηστικῶς δὲ καὶ ὁ πεντήρους καὶ ἑξήρους, καὶ τὸ ψηφίζειν κυρίως μὲν τὸ ταῖς ψήφοις ἀριθμεῖν, καταχρηστικῶς δὲ καὶ δακτύλοις ἀριθμεῖν. διαφέρει δὲ μεταφορὰ καὶ κατάχρησις, ὅτι ἡ μὲν μεταφορὰ ἀπὸ κατονομαζομένου ἐπὶ κατονομαζόμενον λέγεται, ἡ δὲ κατάχρησις ἀπὸ, κατονομαζομένου ἐπὶ ἀκατονόμαστον, ὅθεν καὶ κατάχρησις λέγεται. γ'. ΠΕΡΙ ΑΛΛΗΓΟΡΙΑΣ. Ἀλληγορία ἐστὶ λόγος ἕτερον μέν τι κυρίως δηλῶν, ἑτέρου δὲ ἔννοιαν παριστάνων καθ᾽ ὁμοίωσιν ἐπὶ τὸ πλεῖστον, οἷον ἧς τε πλείστην μὲν καλάμην χθονὶ χαλκὸς ἔχευεν. δ'. ΠΕΡΙ ΑΙΝΙΓΜΑΤΟΣ. Αἴνιγμά ἐστι φράσις ἐπιτετηδευμένη κακοσχόλως εἰς ἀσάφειαν ἀποκρύπτουσα τὸ νοούμενον, ἢ ἀδύνατόν τι καὶ ἀμήχανον παριστάνουσα· διαφέρει δὲ ἀλληγορίας, ὅτι ἡ μὲν ἀμαυροῦται ἢ λέξει ἢ διανοίᾳ, τὸ δὲ καθ᾽ ἑκάτερον, οἷον Ἥσσων ἀλγήσας παῖδα τὸν ἐκ Θέτιδος ἀνέθρεψε· ἥσσων γὰρ ὁ χείρων, ἀλγήσας πονήσας· ἐστὶ δὲ ὅτι Χείρων ὁ Κένταυρος ἐξέθρεψε τὸν Ἀχιλλέα· καὶ πάλιν, γῆς ἔθανε καταδέσμου ὅτ᾽ ἀγγείων ἀφάμαρτεν· ἀντὶ τοῦ Αἴας ὁ Τελαμῶνος ἐτελεύτησεν, ὅτε τῶν ὅπλων ἀπέτυχε. γῆς γὰρ Αἴας γίνεται, δεσμοῦ Τελαμῶνος, ἀγγείων δὲ τῶν ὅπλων. καὶ εἰσὶ κασίγνηται δισσαί, ὧν ἡ μὲν μία τίκτει τὴν ἑτέραν· αὐτὴ δὲ τεκοῦσ᾽ ὑπὸ τῆσδε τεκνοῦται. ἐπὶ ἡμέρας γὰρ καὶ νυκτὸς λέγει. γίνεται δὲ τὸ αἴνιγμα κατὰ τρόπους ἕξ· καθ᾽ ὅμοιον, κατ᾽ ἐναντίον, κατὰ συμβεβηκός, καθ᾽ ἱστορίαν, καθ᾽ ὁμωνυμίαν, κατὰ γλῶτταν. κατὰ μὲν ὅμοιον, οἷον Ἀνδροκύδης ὁ Πυθαγορικὸς ἔλεγε, ζυγὸν μὴ ὑπερβαίνειν ἀντὶ τοῦ τὸ δίκαιον μὴ παραβαίνειν, γαμψώνυχας μὴ τρέφειν ἀντὶ τοῦ ἅρπαγας φεύγειν, μελάνουρον μὴ ἐσθίειν ἀντὶ τοῦ ψευδῆ λόγον μὴ προΐεσθαι· τὸ γὰρ ψεῦδος ἐν τοῖς ἐσχάτοις μέρεσι μελαίνεται καὶ ἀμαυροῦται. ἐπὶ χοίνικος μὴ καθίζειν, τουτέστι, μὴ ἐπαναπαύεσθαι τῇ ἐφημέρῳ τροφῇ, ἀλλὰ προεισφέρειν. μαχαίρᾳ πῦρ μὴ σκαλεύειν, τουτέστι τὸν θυμούμενον λόγοις μὴ ἐρεθίζειν. καὶ τὸ Ἡσιόδειον μηδ᾽ ἀπὸ χυτροπόδων ἀνεπιρρέκτων ἀφελόντα ἔσθειν· τουτέστι, μὴ ἀκρατῆ μηδὲ λίχνον εἶναι. καὶ ἐν τῷ βίῳ δέ τινα αἰνιγματωδῶς γίνονται κατὰ τὸν ὅμοιον τρόπον, οἷον ἐπὶ τῶν γαμούντων ὅτι σήσαμον ἢ κριθὰς κόπτουσιν οἰωνιζόμενοι, ἐπεὶ πολύγονά ἐστι. κατ᾽ ἐναντίον δέ, οἷον ὡς ἀνήρ τε καὶ οὐκ ἀνὴρ ὄρνιθα καὶ οὐκ ὄρνιθα ἰδών τε καὶ οὐκ ἰδὼν ἐπὶ ξύλου καὶ οὐ ξύλου καθημένην τε καὶ οὐ καθημένην λίθῳ τε καὶ οὐ λίθῳ βάλλει τε καὶ οὐ βάλλει. ταῦτα εἴρηται ἐπὶ εὐνούχου κισσήρει βεβληκότος νυκτερίδα καὶ διὰ τὸ μὴ ἀκριβῶς ἰδεῖν ἐφημαρτηκότος· ἀνὴρ μὲν καὶ οὐκ ἀνὴρ ὁ εὐνοῦχος, ὄρνις καὶ οὐκ ὄρνις ἡ νυκτερίς, ἄπτερος γὰρ καὶ πετομένη· τὸ δὲ ἰδεῖν τε καὶ μὴ ἰδεῖν τὸ μὴ καλῶς ἰδεῖν· ἠμβλυώπει γάρ· καθημένην καὶ οὐ καθημένην διὰ τὸ ἀνεπιστρόφως κρέμασθαι· ξύλον τε καὶ οὐ ξύλον ὁ νάρθηξ· λίθος τε καὶ οὐ λίθος ἡ κίσσηρις· βαλεῖν τε καὶ οὐ βαλεῖν τὸ προέμενον μὴ εὐστοχῆσαι. κατὰ δὲ συμβεβηκός, ὡς τὸ εἰσίν μοι δύο κασίγνητοι, οἱ δύο μοῦνοι· ὄφρα μὲν οὖν ζώωσι, τὸν ἥλιον οὐκ ἐσορῶσι, αὐτὰρ ἐπεί κε θάνωσι καὶ ἀνδρῶν χεῖρας ἵκωνται, ἠέλιόν τε ὁρῶσι, καὶ ἀλλήλοισι μάχονται. περὶ τῶν ἀστραγάλων, οἶμαι, λέγει. κατὰ δὲ ἱστορίαν, οἷον Τριτογένεια. κατὰ δὲ ὁμωνυμίαν, ὡς ἔχει ὁ δεδομένος χρησμὸς Ἀλεξάνδρῳ τῷ Μολοσσῷ, φυλάξασθαι τὸν ΚΗΡΟΕΝΤΑ. ὁ μὲν γὰρ ᾤετο τὸν ἐν Ἰταλίᾳ ποταμόν, ἦν δὲ ἕτερον· προσδοθέντος γὰρ αὐτῷ πινακιδίου κεκηρωμένου, τοῦτο ἀναγινώσκων ἐδολοφονήθη. κατὰ δὲ γλῶτταν ὅταν τὴν μὲν θάλατταν εὐρυγάστορα λέγῃ, τὴν δὲ Ἀθηναίαν μαρμαρῶπιν, τὸν δὲ μῦν δολιχοῦρον.