θ'. ΠΕΡΙ ΠΕΡΙΦΡΑΣΕΩΣ. Περίφρασίς ἐστι φράσις πλείοσι λέξεσι παριστάνουσα μετ᾽ αὐξήσεως τὸ ὑποκείμενον πρᾶγμα, οἷον Ποσειδάωνος σθένος, ἀντὶ τοῦ Ποσειδῶνος, καὶ βίη Ἡdρακληείη, καὶ Πριάμοιο βίη, καὶ μένος Ἀτρείδαο, καὶ ἲς Τηλεμάχοιο, καὶ Πατροκλῆος λάσιον κῆρ. ι'. ΠΕΡΙ ΑΝΑΣΤΡΟΦΗΣ. Ἀναστροφή ἐστι λέξις, ἣν ἐχρῆν προηγεῖσθαι, δευτέραν ἔχουσα τάξιν· γίνεται δὲ ἤτοι ὀνόματος ἢ προθέσεως ἢ ἐπιρρήματος μετακίνησις. ἐπὶ ὀνόματος μέν, οἷον οὕνεκα τὸν Χρύσην ἠτίμησ’ ἀρητῆρα Ἀτρείδης. τὸ γὰρ ἑξῆς, τὸν ἀρητῆρα Χρύσην, ἐπὶ δὲ προθέσεως, οἷον ᾧ ἔπι πόλλ᾽ ἐμόγησα. ἀντὶ τοῦ ἐφ᾽ ᾧ. καὶ Ἰθάκῃ ἔνι ἀντὶ τοῦ ἐν Ἰθάκῃ. ἐπὶ δὲ ἐπιρρήματος, οἷον ὄρνιθες ὥς, βόες ὥς. ια'. ΠΕΡΙ ΥΠΕΡΒΑΤΟΥ. Ὑπερβατόν ἐστι λέξις μετακεκινημένη ἀπὸ τῆς ἰδίας τάξεως· γίνεται δὲ ὑπερβατὸν ἐν εἴδεσι δυσίν· ἢ γὰρ ἐν λόγῳ, ἢ ἐν λέξει· ἐν λέξει μέν, οἷον κατὰ ταῦρον ἐδηδὼς ἀντὶ τοῦ κατεδηδώς· ἐν λόγῳ δέ, οἷον ὣς ἔφατ᾽. Ἀργεῖοι δὲ μέγ᾽ ἴαχον, ἀμφὶ δὲ νῆες σμερδαλέον κονάβησαν ἀϋσάντων ὑπ᾽ Ἀχαιῶν μῦθον ἀγασσαμένοι Διομήδεος ἱπποδάμοιο. διαφέρει δὲ τῆς ἀναστροφῆς, ὅτι ἡ μὲν τὰ τελευταῖα τοῖς πρώτοις συνάπτει, τὸ δὲ τὰ τελευταῖα ἐπὶ τὰ πρῶτα ἀνάγει.