<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0609.tlg001.1st1K-grc1" xml:lang="grc"><div type="textpart" subtype="section" n="5"><head rend="center">ε'. ΠΕΡΙ ΜΕΤΑΛΗΨΕΩΣ.</head><p rend="indent">Μετάληψίς ἐστι λέξις ἐκ συνωνυμίας τὸ ὁμώνυμον δηλοῦσα, οἷον
                            <lb/><quote rend="blockquote">ἔνθεν δ᾽ αὖ νήσοισιν ἐπιπροέηκε θοῇσι.</quote>
                        <lb/>τὸ γὰρ θοὸν καὶ ὀξύ συνωνυμεῖ. τὰς γὰρ καλουμένας ὀνομαστικῶς ὀξείας νήσους
                        διὰ τὸ σχῆμα μεταληπτικῶς θοὰς ἐκάλεσεν. οὕτω καὶ τὸ <quote rend="expand">ἔρρε κακὴ γλήνη,</quote> καὶ
                            <lb/><quote rend="blockquote">Τεῦκρος δὲ τόξου χρώμενος φειδωλίᾳ,
                            <lb/>ὑπὲρ τάφρου πηδῶντας ἔστησε Φρύγας.</quote>
                        <lb/>εἴρηται γὰρ φειδωλίᾳ ἀντὶ τοῦ ἀκριβείᾳ. </p></div><div type="textpart" subtype="section" n="6"><head rend="center">Ϛ'. ΠΕΡΙ ΜΕΤΩΝΥΜΙΑΣ.</head><p rend="indent">Μετωνυμία ἐστὶ λέξις ἀπὸ τοῦ ὁμωνύμου τὸ συνώνυμον δηλοῦσα, οἷον
                            <lb/><quote rend="blockquote">σπλάγχνα δ᾽ ἄρ᾽ ἀμπείραντες ὑπείρεχον
                            Ἡφαίστοιο·</quote>
                        <lb/>Ἥφαιστος γὰρ ὁ εὑρὼν τὸ πῦρ· καὶ ὅταν τὸν πυρὸν Δήμητραν εἴπωμεν. ἢ ἀπὸ τῶν
                        εὑρόντων τὰ εὑρήματα, ἀλλὰ καὶ ἀπὸ τοῦ εὑρήματος τὸν εὑρόντα, οἷον <lb/><quote rend="blockquote">οἶνός μ᾽ ἔπεισε, δαιμόνων ὑπέρτατος.</quote>
                    </p></div><div type="textpart" subtype="section" n="7"><head rend="center">ζ'. ΠΕΡΙ ΣΥΝΕΚΔΟΧΗΣ.</head><p rend="indent">Συνεκδοχή ἐστι φράσις οὐ κατὰ τὸ πλῆρες ἐξενηνεγμένη, προσδεομένη δέ
                        τινος ἔξωθεν ἀκολουθίας. <pb facs="219219004_0236" n="196"/>τῶν δὲ συνεκδοχῶν εἰσι
                        διαφοραὶ πλείους· αἱ μὲν γὰρ ἀπὸ μέρους τὸ ὅλον δηλοῦσιν, ὡς ἀργυρόπεζα Θέτις καὶ
                        λευκώλενος Ἥρη· ἢ ἀπὸ τοῦ ὅλου τὸ μέρος, οἷον χάλκεον ἔγχος· οὐ γὰρ ὅλον, ἀλλὰ μέρος·
                        καὶ βόας αὔας τὰς βύρσας· ἢ ἀπὸ τῆς ὕλης τὸ ἀποτέλεσμα, οἷον <lb/><quote rend="blockquote">χρυσὸν δ᾽ αὐτὸς ἔδυνε περὶ χροΐ,</quote>
                        <lb/>ἀντὶ τοῦ χρυσέην πανοπλίαν. ἢ ἀπὸ τοῦ προηγουμένου τὸ ἀκόλουθον, οἷον
                            <lb/><quote rend="blockquote">πολλὰς δ᾽ ἰφθίμους ψυχάς·</quote>
                        <lb/>ἢ ἀπὸ τοῦ ἀκολούθου τὸ προηγούμενον, οἷον <lb/><quote rend="blockquote">ἑζόμενοι λεύκαινον ὕδωρ ξεστῇς ἐλάτῃσι.</quote>
                    </p></div><div type="textpart" subtype="section" n="8"><head rend="center">η'. ΠΕΡΙ ΟΝΟΜΑΤΟΠΟΙΙΑΣ.</head><p rend="indent">Ὀνοματοποιΐα ἐστὶ λέξις κατὰ παραγωγὴν τοῦ καθωμιλημένου
                        ἐξενηνεγμένη, λέγεται δὲ ὀνοματοποιΐα ἑπταχῶς· κατὰ ἐτυμολογίαν, κατὰ ἀναλογίαν, κατὰ
                        παρονομασίαν, κατὰ σύνθεσιν, κατὰ ἐναλλαγήν, κατὰ διαίρεσιν, κατὰ πεποιημένον. κατὰ
                        μὲν ἐτυμολογίαν εὐλαβῆ λίθον τὸν εὔληπτον. κατὰ δὲ ἀναλογίαν, ὡς παρὰ Σοφοκλεῖ
                            <lb/><quote rend="blockquote">γερονταγωγῶ κἀναπαιδεύω πάλιν·</quote>
                        <lb/>ἀναλόγως γὰρ τὸ γερονταγωγεῖν συνήθους ὄντος τοῦ παιδαγωγεῖν εἴληπται. κατὰ
                        παρονομασίαν χρυσῶ ἀπὸ τοῦ χρυσοῦ· οὕτως ὠνόμασται καὶ παρ᾽ Αἰσχύλῳ μελλώ·
                            <lb/><quote rend="blockquote">χρονίζομεν γὰρ ὧδε τῆς μελλοῦς χάριν.</quote>
                        <lb/>κατὰ σύνθεσιν, ὡς τὸ ποδάρκης δῖος Ἀχιλλεὺς καὶ νεφεληγερέτα Ζεύς. κατ᾽
                        ἐναλλαγήν, ὡς ὅταν ἐπὶ συνθέτων ὀνομάτων ἐναλλάξῃ τις τὸ καθωμιλημένον, ὡς παρὰ
                        Σοφοκλεῖ, <lb/><quote rend="blockquote">οἱ γὰρ γύνανδροι, καὶ λέγειν
                            ἠσκηκότες,</quote>
                        <lb/>ἀντὶ τοῦ οἱ ἀνδρόγυνοι. κατὰ διαίρεσιν δέ, ὡς εἴ τις τὸ σύνθετεν καταδιέλοι,
                        ὡς παρὰ τῷ ποιητῇ ἀκρόπολιν <pb facs="219219004_0237" n="197"/>πόλιν ἄκρην.
                        πεποιημένον, ὡς τὸ τετριγῶτας καὶ κελαρύζει, καὶ λάψοντες γλώσσῃσι. </p></div><div type="textpart" subtype="section" n="9"><head rend="center">θ'. ΠΕΡΙ ΠΕΡΙΦΡΑΣΕΩΣ.</head><p rend="indent">Περίφρασίς ἐστι φράσις πλείοσι λέξεσι παριστάνουσα μετ᾽ αὐξήσεως τὸ
                        ὑποκείμενον πρᾶγμα, οἷον Ποσειδάωνος σθένος, ἀντὶ τοῦ Ποσειδῶνος, καὶ βίη Ἡdρακληείη,
                        καὶ Πριάμοιο βίη, καὶ μένος Ἀτρείδαο, καὶ ἲς Τηλεμάχοιο, καὶ Πατροκλῆος λάσιον κῆρ.
                    </p></div></div></body></text></TEI>