ε'. ΠΕΡΙ ΜΕΤΑΛΗΨΕΩΣ. Μετάληψίς ἐστι λέξις ἐκ συνωνυμίας τὸ ὁμώνυμον δηλοῦσα, οἷον ἔνθεν δ᾽ αὖ νήσοισιν ἐπιπροέηκε θοῇσι. τὸ γὰρ θοὸν καὶ ὀξύ συνωνυμεῖ. τὰς γὰρ καλουμένας ὀνομαστικῶς ὀξείας νήσους διὰ τὸ σχῆμα μεταληπτικῶς θοὰς ἐκάλεσεν. οὕτω καὶ τὸ ἔρρε κακὴ γλήνη, καὶ Τεῦκρος δὲ τόξου χρώμενος φειδωλίᾳ, ὑπὲρ τάφρου πηδῶντας ἔστησε Φρύγας. εἴρηται γὰρ φειδωλίᾳ ἀντὶ τοῦ ἀκριβείᾳ. Ϛ'. ΠΕΡΙ ΜΕΤΩΝΥΜΙΑΣ. Μετωνυμία ἐστὶ λέξις ἀπὸ τοῦ ὁμωνύμου τὸ συνώνυμον δηλοῦσα, οἷον σπλάγχνα δ᾽ ἄρ᾽ ἀμπείραντες ὑπείρεχον Ἡφαίστοιο· Ἥφαιστος γὰρ ὁ εὑρὼν τὸ πῦρ· καὶ ὅταν τὸν πυρὸν Δήμητραν εἴπωμεν. ἢ ἀπὸ τῶν εὑρόντων τὰ εὑρήματα, ἀλλὰ καὶ ἀπὸ τοῦ εὑρήματος τὸν εὑρόντα, οἷον οἶνός μ᾽ ἔπεισε, δαιμόνων ὑπέρτατος. ζ'. ΠΕΡΙ ΣΥΝΕΚΔΟΧΗΣ. Συνεκδοχή ἐστι φράσις οὐ κατὰ τὸ πλῆρες ἐξενηνεγμένη, προσδεομένη δέ τινος ἔξωθεν ἀκολουθίας. τῶν δὲ συνεκδοχῶν εἰσι διαφοραὶ πλείους· αἱ μὲν γὰρ ἀπὸ μέρους τὸ ὅλον δηλοῦσιν, ὡς ἀργυρόπεζα Θέτις καὶ λευκώλενος Ἥρη· ἢ ἀπὸ τοῦ ὅλου τὸ μέρος, οἷον χάλκεον ἔγχος· οὐ γὰρ ὅλον, ἀλλὰ μέρος· καὶ βόας αὔας τὰς βύρσας· ἢ ἀπὸ τῆς ὕλης τὸ ἀποτέλεσμα, οἷον χρυσὸν δ᾽ αὐτὸς ἔδυνε περὶ χροΐ, ἀντὶ τοῦ χρυσέην πανοπλίαν. ἢ ἀπὸ τοῦ προηγουμένου τὸ ἀκόλουθον, οἷον πολλὰς δ᾽ ἰφθίμους ψυχάς· ἢ ἀπὸ τοῦ ἀκολούθου τὸ προηγούμενον, οἷον ἑζόμενοι λεύκαινον ὕδωρ ξεστῇς ἐλάτῃσι. η'. ΠΕΡΙ ΟΝΟΜΑΤΟΠΟΙΙΑΣ. Ὀνοματοποιΐα ἐστὶ λέξις κατὰ παραγωγὴν τοῦ καθωμιλημένου ἐξενηνεγμένη, λέγεται δὲ ὀνοματοποιΐα ἑπταχῶς· κατὰ ἐτυμολογίαν, κατὰ ἀναλογίαν, κατὰ παρονομασίαν, κατὰ σύνθεσιν, κατὰ ἐναλλαγήν, κατὰ διαίρεσιν, κατὰ πεποιημένον. κατὰ μὲν ἐτυμολογίαν εὐλαβῆ λίθον τὸν εὔληπτον. κατὰ δὲ ἀναλογίαν, ὡς παρὰ Σοφοκλεῖ γερονταγωγῶ κἀναπαιδεύω πάλιν· ἀναλόγως γὰρ τὸ γερονταγωγεῖν συνήθους ὄντος τοῦ παιδαγωγεῖν εἴληπται. κατὰ παρονομασίαν χρυσῶ ἀπὸ τοῦ χρυσοῦ· οὕτως ὠνόμασται καὶ παρ᾽ Αἰσχύλῳ μελλώ· χρονίζομεν γὰρ ὧδε τῆς μελλοῦς χάριν. κατὰ σύνθεσιν, ὡς τὸ ποδάρκης δῖος Ἀχιλλεὺς καὶ νεφεληγερέτα Ζεύς. κατ᾽ ἐναλλαγήν, ὡς ὅταν ἐπὶ συνθέτων ὀνομάτων ἐναλλάξῃ τις τὸ καθωμιλημένον, ὡς παρὰ Σοφοκλεῖ, οἱ γὰρ γύνανδροι, καὶ λέγειν ἠσκηκότες, ἀντὶ τοῦ οἱ ἀνδρόγυνοι. κατὰ διαίρεσιν δέ, ὡς εἴ τις τὸ σύνθετεν καταδιέλοι, ὡς παρὰ τῷ ποιητῇ ἀκρόπολιν πόλιν ἄκρην. πεποιημένον, ὡς τὸ τετριγῶτας καὶ κελαρύζει, καὶ λάψοντες γλώσσῃσι. θ'. ΠΕΡΙ ΠΕΡΙΦΡΑΣΕΩΣ. Περίφρασίς ἐστι φράσις πλείοσι λέξεσι παριστάνουσα μετ᾽ αὐξήσεως τὸ ὑποκείμενον πρᾶγμα, οἷον Ποσειδάωνος σθένος, ἀντὶ τοῦ Ποσειδῶνος, καὶ βίη Ἡdρακληείη, καὶ Πριάμοιο βίη, καὶ μένος Ἀτρείδαο, καὶ ἲς Τηλεμάχοιο, καὶ Πατροκλῆος λάσιον κῆρ.