κβ'. ΠΕΡΙ ΧΑΡΙΕΝΤΙΣΜΟΥ. Χαριεντισμός ἐστι λόγος εὐτράπελος, ἐν ᾧ διαχεῖται ὅ τε λέγων καὶ ὁ ἀκούων, ἦ μάλα δή τινα Κύπρις Ἀχαιϊάδων ἀνιεῖσα Τρωσὶν ἅμ᾽ ἑσπέσθαι, τοὺς νῦν ἔκπαγλ᾽ ἐφίλησε, τῶν τινα καρρέζουσα Ἀχαιϊάδων ἐϋπέπλων, πρὸς χρυσῇ περόνῃ κατεμύξατο χεῖρα ἀραιήν. κγ'. ΠΕΡΙ ΕΠΙΚΕΡΤΟΜΗΣΕΩΣ. Ἐπικερτόμησίς ἐστιν ἀλληγορία μετὰ χλευασμοῦ ἐκφερομένη ἐφ᾽ ἡδονῇ τοῖς κατορθωθεῖσιν ὑπ᾽ αὐτῆς, οἷον τῷ δ᾽ ἐπικερτομέων προσέφης Πατρόκλεις ἱππεῦ· ὢ πόποι ἦ μάλ᾽ ἐλαφρὸς ἀνήρ, ὃς ῥεῖα κυβιστᾷ ἦ ῥα καὶ ἐν Τρώεσσι κυβιστητῆρες ἔασι. κδ'. ΠΕΡΙ ΑΣΤΕΙΣΜΟΥ. Ἀστεϊσμός ἐστι λόγος ἀφ᾽ ἑαυτοῦ διασυρτικὸς γενόμενος, ὡς εἴ τις πλουτῶν λέγει, ἐγὼ δέ εἰμι πάντων πενέστατος, καὶ ὁ πάντας καταπαλαίων λέγει ὑπὸ πάντων πίπτειν. παρὰ δὲ Καλλιμάχῳ ἀστεϊζομένη ἡ ἐλαία φησίν, ἐγὼ φαύλη πάντων τῶν δένδρων εἰμί. καλεῖται δὲ τοῦτο καὶ προσποίησις. κε'. ΠΕΡΙ ΠΑΡΟΙΜΙΑΣ. Παροιμία ἐστὶ λόγος εἰρημένος ἐν ἀρχῇ πρὸς ἕτερον, λεγόμενος δὲ ὑφ᾽ ἡμῶν κατὰ ἀνακύκλησιν πρός τινα τῶν ὁμοηθῶν, ὡς παρὰ Σαπφοῖ, μήτ᾽ ἐμοὶ μέλι, μήτε μέλιττα.