ιϚ'. ΠΕΡΙ ΜΕΤΑΤΥΠΩΣΕΩΣ. Μετατύπωσίς ἐστι λέξις ἐνηλλαγμένα στοχεῖα ἔχουσα, οἷον ὑπαὶ πόδα ἀντὶ τοῦ ὑπὸ πόδα, καὶ τὸ Βορέης Βορέας, καὶ τὸ Ἕως Ἠώς. ιη'. ΠΕΡΙ ΑΝΤΟΝΟΜΑΣΙΑΣ. Ἀντονομασία ἐστὶ λέξις ἢ φράσις διὰ συνωνύμων ὀνομάτων τὸ κύριον παριστῶσα· λέξις μὲν Φοῖβε ἀντὶ τοῦ Ἄπολλον, καὶ Ἐννοσίγαιε ἀντὶ τοῦ Πόσειδον, καὶ ὄφρα ἴδῃ γλαυκῶπις, ὅταν ᾧ πατρὶ μάχηται· ἀντὶ τοῦ Ἀθηνᾶ. φράσις δὲ Λητοῦς καὶ Διὸς υἱός, ἀντὶ τοῦ Ἀπόλλων. ἔνιοι δὲ τὴν ἔλλειψιν καὶ τὴν ἀντονομασίαν ὑποτάττουσι τῇ συνεκδοχῇ. ιθ'. ΠΕΡΙ ΕΙΡΩΝΕΙΑΣ. Εἰρωνεία ἐστὶ λόγος διὰ τοῦ ἐναντίου τὸ ἐναντίον μετά τινος ἠθικῆς ὑποκρίσεως δηλῶν, ὡς παρ᾽ Εὐριπί-. δῃ ἡ Μήδεια τὸν πολλὰ ἠδικηκότα Ἰάσονα μακαρίαν αὐτήν φησι πεποιηκέναι, ὁμοίως δὲ καὶ Τηλέμαχος πρὸς ἕνα τῶν μνηστήρων φησὶν Ἀντίνο᾽ ἦ μευ καλὰ πατὴρ ὣς κήδεαι υἷος. οὐ γὰρ ὁ Ἀντίνοος ὡς πατὴρ ἐφρόντιζεν αὐτοῦ. τοὐναντίον μὲν οὖν καὶ ἐβούλετο ἀποκτεῖναι αὐτόν. καὶ ὅταν ὁ Ὀρέστης φησὶ Τυνδαρέῳ, ὁ τὰς ἀρίστας θυγατέρας σπείρας πατήρ· ὁ τὰς κακίστας φύσας. τῆς δὲ εἰρωνείας τὸ μὲν ἐπὶ τῶν πέλας λέγεται, τὸ δὲ ἐφ᾽ ἡμῶν αὐτῶν· τὸ μὲν οὖν ἐπὶ τῶν πέλας καλεῖται μυκτηρισμὸς καὶ χλευασμός, τὸ δὲ ἐφ᾽ ἡμῶν ἀστεϊσμός. κ'. ΠΕΡΙ ΣΑΡΚΑΣΜΟΥ. Σαρκασμός ἐστι μέχρι τοῦ σεσηρέναι τοὺς ὀδόντας παραφαίνειν, ὅπερ ἦν εἰκὸς ποιῆσαι τὸν Ἀχιλλέα λέγοντα· τοῖσι μὲν ἔμπεδα κεῖται, ἐμεῦδ᾽ ἀπὸ μούνου Ἀχαιῶν εἵλετο. κα'. ΠΕΡΙ ΜΥΚΤΗΡΙΣΜΟΥ. Μυκτηρισμός ἐστι τὸ μετὰ ποιᾶς κινήσεως καὶ συναγωγῆς τῶν μυκτήρων γινόμενον, ὥσπερ καὶ Μένανδρός φησιν, οἱ δὲ πάλιν ἐμυκτήρισαν, καὶ τὸ ἐπέμυξάν τινες οὕτως εἰλήφασι.