<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0609.tlg001.1st1K-grc1" xml:lang="grc"><div type="textpart" subtype="section" n="25"><head rend="center">ια'. ΠΕΡΙ ΕΠΑΝΑΛΗΨΕΩΣ.</head><p rend="indent">Ἐπανάληψίς ἐστι δὶς ἢ καὶ πολλάκις ἐπαλλήλως τιθεμένη φράσις· δὶς μὲν
                            <lb/><quote rend="blockquote">ἀλλ᾽ ὁ μὲν Αἰθίοπας μετεκίαθε τήλοθ᾽ ἐόντας,
                            <lb/>Αἰθίοπας, τοὶ διχθὰ δεδαίαται ἔσχατοι ἀνδρῶν.</quote>
                        <lb/>πλεονάκις δέ, <lb/><quote rend="blockquote">Νιρεὺς Αἰσύμνηθεν ἄγεν τρεῖς
                            νῆας ἐΐσας, <lb/>Νιρεύς, Ἀγλαΐης υἱός, Χαροποῖό τ᾽ ἄνακτος, <lb/>Νιρεύς,
                            ὃς κάλλιστος ἀνὴρ ὑπὸ Ἴλιον ἦλθε.</quote>
                        <lb/>γίνεται δὲ ἐπανάληψις, ὅτε τὸ καθάπαξ ῥηθὲν ὑποδιαιρεῖται κατὰ μέρος. <del>Νιρεὺς
                        δὲ ἐκ τοῦ ἵπτω· Νειρεὺς δὲ ἐκ τοῦ νέω τὸ πορεύομαι· Νηρεὺς ἐκ τοῦ νήχω τὸ κολυμβῶ.</del>
                    </p></div><div type="textpart" subtype="section" n="26"><head rend="center">ιβ'. ΠΕΡΙ ΠΡΟΑΝΑΦΩΝΗΣΕΩΣ.</head><p rend="indent">Προαναφώνησίς ἐστι λέξις περὶ τῶν μελλόντων προαναφωνουμένη μεταξὺ
                        τῆς συνεχούσης διηγήσεως, <lb/><quote rend="blockquote">αἶψα δ᾽ ἑταῖρον ἐὸν
                            Πατροκλῆα προσέειπε <lb/>φθεγξάμενος παρὰ νηός· ὁ δὲ κλισίηθεν ἀκούσας
                            <lb/>ἔκμολεν ἴσος Ἄρηϊ· κακοῦ δ᾽ ἄρα οἱ πέλεν ἀρχή.</quote>
                    </p></div><div type="textpart" subtype="section" n="27"><head rend="center">ιγ'. ΠΕΡΙ ΠΑΡΕΚΒΑΣΕΩΣ.</head><p rend="indent">Παρέκβασίς ἐστι λόγος χάριν ἱστορίας ἢ γενεαλογίας παραλαμβανόμενος,
                        ὥσπερ ἅ φησιν ὁ Φοῖνιξ περὶ Κουρήτων. </p></div><div type="textpart" subtype="section" n="28"><head rend="center">ιδ'. ΠΕΡΙ ΑΜΦΙΒΟΛΙΑΣ.</head><p rend="indent">Ἀμφιβολία ἐστὶ λέξις ἢ λόγος δύο καὶ πλείονα πράγματα δηλοῦσα· λέξις
                        μὲν γὰρ εἴρηται, ὅτι αἱ ὁμωνυμίαι ἀμφίβολοί εἰσιν, οἷον Αἴας, ἄδηλον γάρ, πότερον τῶν
                        Αἰάντων δηλοῖ. λόγος δέ, ἐπεὶ καὶ ἐν λόγῳ ἀμφιβολίαι εἰσίν, οἷον <lb/><quote rend="blockquote">ἅρματα δ᾽ ἔγκλιναν πρὸς ἐνώπια παμφανόωντα·</quote>
                        <pb facs="219219004_0244" n="204"/>καὶ <lb/><quote rend="blockquote">δός δέ τέ
                            μ᾽ἄνδρα ἑλεῖν, καὶ ἐς ὁρμὴν ἔγχεος ἐλθεῖν.</quote>
                    </p></div><div type="textpart" subtype="section" n="29"><head rend="center">ιε'. ΠΕΡΙ ΑΝΤΙΦΡΑΣΕΩΣ.</head><p rend="indent">Ἀντίφρασίς ἐστι λέξις διὰ τοῦ ἐναντίου ἢ παρακειμένου τὸ ἐναντίον
                        παριστῶσα χωρὶς ὑποκρίσεως, πρόςκειται δὲ χωρὶς ὑποκρίσεως διὰ τὴν εἰρωνείαν. διὰ μὲν
                        τοῦ ἐναντίου τὸ ἐναντίον ἀντιφράζεται οὕτως, <lb/><quote rend="blockquote">ἐπεὶ οὔ
                            μιν ἀφαυρότατος βάλ᾽ Ἀχαιῶν·</quote>
                        <lb/>ἀλλ᾽ ὁ ἄριστος δηλονότι. καὶ <lb/><quote rend="blockquote">οὐδ᾽ ἄρα τώ γε
                            ἰδών γήθησεν Ἀχιλλεύς·</quote>
                        <lb/>ἀλλὰ συνεχύθη καὶ ἐλυπήθη. ἐνίοτε καὶ αὐτὸ προτίθεται τὸ ἐκ τοῦ ἐναντίου,
                        οἷον οὐχ ὁ κάκιστος, ἀλλ᾽ ὁ ἄριστος. διὰ δὲ τοῦ παρακειμένου, τὰ κατ᾽ εὐφημισμὸν
                        λεγόμενα καὶ τὴν κακίαν περιστέλλοντα, ὡς ὅταν τὴν χολὴν ἡδεῖαν λέγωμεν, καὶ τὰς
                        Ἐριννύας Κύμενίδας, καὶ ἄχαριν τὸν λύπης ποιητικόν, καὶ τὸν δυσειδῆ πίθηκον κάλλιστον,
                        καὶ τὴν σκαιὰν εὐώνυμον, καὶ τοὺς ἅλας ἡδυντῆρας. </p></div></div></body></text></TEI>