ια'. ΠΕΡΙ ΕΠΑΝΑΛΗΨΕΩΣ. Ἐπανάληψίς ἐστι δὶς ἢ καὶ πολλάκις ἐπαλλήλως τιθεμένη φράσις· δὶς μὲν ἀλλ᾽ ὁ μὲν Αἰθίοπας μετεκίαθε τήλοθ᾽ ἐόντας, Αἰθίοπας, τοὶ διχθὰ δεδαίαται ἔσχατοι ἀνδρῶν. πλεονάκις δέ, Νιρεὺς Αἰσύμνηθεν ἄγεν τρεῖς νῆας ἐΐσας, Νιρεύς, Ἀγλαΐης υἱός, Χαροποῖό τ᾽ ἄνακτος, Νιρεύς, ὃς κάλλιστος ἀνὴρ ὑπὸ Ἴλιον ἦλθε. γίνεται δὲ ἐπανάληψις, ὅτε τὸ καθάπαξ ῥηθὲν ὑποδιαιρεῖται κατὰ μέρος. Νιρεὺς δὲ ἐκ τοῦ ἵπτω· Νειρεὺς δὲ ἐκ τοῦ νέω τὸ πορεύομαι· Νηρεὺς ἐκ τοῦ νήχω τὸ κολυμβῶ. ιβ'. ΠΕΡΙ ΠΡΟΑΝΑΦΩΝΗΣΕΩΣ. Προαναφώνησίς ἐστι λέξις περὶ τῶν μελλόντων προαναφωνουμένη μεταξὺ τῆς συνεχούσης διηγήσεως, αἶψα δ᾽ ἑταῖρον ἐὸν Πατροκλῆα προσέειπε φθεγξάμενος παρὰ νηός· ὁ δὲ κλισίηθεν ἀκούσας ἔκμολεν ἴσος Ἄρηϊ· κακοῦ δ᾽ ἄρα οἱ πέλεν ἀρχή. ιγ'. ΠΕΡΙ ΠΑΡΕΚΒΑΣΕΩΣ. Παρέκβασίς ἐστι λόγος χάριν ἱστορίας ἢ γενεαλογίας παραλαμβανόμενος, ὥσπερ ἅ φησιν ὁ Φοῖνιξ περὶ Κουρήτων. ιδ'. ΠΕΡΙ ΑΜΦΙΒΟΛΙΑΣ. Ἀμφιβολία ἐστὶ λέξις ἢ λόγος δύο καὶ πλείονα πράγματα δηλοῦσα· λέξις μὲν γὰρ εἴρηται, ὅτι αἱ ὁμωνυμίαι ἀμφίβολοί εἰσιν, οἷον Αἴας, ἄδηλον γάρ, πότερον τῶν Αἰάντων δηλοῖ. λόγος δέ, ἐπεὶ καὶ ἐν λόγῳ ἀμφιβολίαι εἰσίν, οἷον ἅρματα δ᾽ ἔγκλιναν πρὸς ἐνώπια παμφανόωντα· καὶ δός δέ τέ μ᾽ἄνδρα ἑλεῖν, καὶ ἐς ὁρμὴν ἔγχεος ἐλθεῖν. ιε'. ΠΕΡΙ ΑΝΤΙΦΡΑΣΕΩΣ. Ἀντίφρασίς ἐστι λέξις διὰ τοῦ ἐναντίου ἢ παρακειμένου τὸ ἐναντίον παριστῶσα χωρὶς ὑποκρίσεως, πρόςκειται δὲ χωρὶς ὑποκρίσεως διὰ τὴν εἰρωνείαν. διὰ μὲν τοῦ ἐναντίου τὸ ἐναντίον ἀντιφράζεται οὕτως, ἐπεὶ οὔ μιν ἀφαυρότατος βάλ᾽ Ἀχαιῶν· ἀλλ᾽ ὁ ἄριστος δηλονότι. καὶ οὐδ᾽ ἄρα τώ γε ἰδών γήθησεν Ἀχιλλεύς· ἀλλὰ συνεχύθη καὶ ἐλυπήθη. ἐνίοτε καὶ αὐτὸ προτίθεται τὸ ἐκ τοῦ ἐναντίου, οἷον οὐχ ὁ κάκιστος, ἀλλ᾽ ὁ ἄριστος. διὰ δὲ τοῦ παρακειμένου, τὰ κατ᾽ εὐφημισμὸν λεγόμενα καὶ τὴν κακίαν περιστέλλοντα, ὡς ὅταν τὴν χολὴν ἡδεῖαν λέγωμεν, καὶ τὰς Ἐριννύας Κύμενίδας, καὶ ἄχαριν τὸν λύπης ποιητικόν, καὶ τὸν δυσειδῆ πίθηκον κάλλιστον, καὶ τὴν σκαιὰν εὐώνυμον, καὶ τοὺς ἅλας ἡδυντῆρας.