<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0609.tlg001.1st1K-grc1" xml:lang="grc"><div type="textpart" subtype="section" n="23"><head rend="center">θ'. ΠΕΡΙ ΒΡΑΧΥΤΗΤΟΣ.</head><p rend="indent">Βραχύτης ἐστὶ φράσις πλέον τι τοῦ ἀκουομένου νοούμενον ἔχουσα, οἷά
                        ἐστι τὰ Δελφικὰ ἀποφθέγματα, γνῶθι σαυτόν· χρόνου φείδου· μηδὲν ἄγαν. βραχύτητα δὲ
                        ἔχει καὶ τὸ Λακεδαιμόνιοι Φιλίππῳ, Διονύσιος ἐν Κορίνθῳ· βούλονται γὰρ εἰπεῖν, μὴ
                        ὑψαύχει ἀφορῶν εἰς Διονύσιον τανῦν γράμματα ἐν Κορίνθῳ διδάσκοντα, ὃς πρότερον
                        ἐτυράννει. </p></div><div type="textpart" subtype="section" n="24"><head rend="center">ι'. ΠΕΡΙ ΣΥΛΛΗΨΕΩΣ.</head><p rend="indent">Σύλληψίς ἐστι φράσις τὸ ἰδίᾳ τινὶ συμβὰν κατὰ δύο τιθεῖσα, οἷον
                            <lb/><quote rend="blockquote">Βορέης καὶ Ζέφυρος τώ τε Θρῄκηθεν ἄητον.</quote>
                        <lb/>καὶ <lb/><quote rend="blockquote">τὼ δὲ δύω σκάζοντε βάτην·</quote>
                        <lb/>καὶ φὰν δ᾽ ἔμμεναι Ζηνὸς υἱοὶ καὶ κλυτοπώλου Ποσειδάωνος. <pb facs="219219004_0243" n="203"/>
                    </p></div><div type="textpart" subtype="section" n="25"><head rend="center">ια'. ΠΕΡΙ ΕΠΑΝΑΛΗΨΕΩΣ.</head><p rend="indent">Ἐπανάληψίς ἐστι δὶς ἢ καὶ πολλάκις ἐπαλλήλως τιθεμένη φράσις· δὶς μὲν
                            <lb/><quote rend="blockquote">ἀλλ᾽ ὁ μὲν Αἰθίοπας μετεκίαθε τήλοθ᾽ ἐόντας,
                            <lb/>Αἰθίοπας, τοὶ διχθὰ δεδαίαται ἔσχατοι ἀνδρῶν.</quote>
                        <lb/>πλεονάκις δέ, <lb/><quote rend="blockquote">Νιρεὺς Αἰσύμνηθεν ἄγεν τρεῖς
                            νῆας ἐΐσας, <lb/>Νιρεύς, Ἀγλαΐης υἱός, Χαροποῖό τ᾽ ἄνακτος, <lb/>Νιρεύς,
                            ὃς κάλλιστος ἀνὴρ ὑπὸ Ἴλιον ἦλθε.</quote>
                        <lb/>γίνεται δὲ ἐπανάληψις, ὅτε τὸ καθάπαξ ῥηθὲν ὑποδιαιρεῖται κατὰ μέρος. <del>Νιρεὺς
                        δὲ ἐκ τοῦ ἵπτω· Νειρεὺς δὲ ἐκ τοῦ νέω τὸ πορεύομαι· Νηρεὺς ἐκ τοῦ νήχω τὸ κολυμβῶ.</del>
                    </p></div><div type="textpart" subtype="section" n="26"><head rend="center">ιβ'. ΠΕΡΙ ΠΡΟΑΝΑΦΩΝΗΣΕΩΣ.</head><p rend="indent">Προαναφώνησίς ἐστι λέξις περὶ τῶν μελλόντων προαναφωνουμένη μεταξὺ
                        τῆς συνεχούσης διηγήσεως, <lb/><quote rend="blockquote">αἶψα δ᾽ ἑταῖρον ἐὸν
                            Πατροκλῆα προσέειπε <lb/>φθεγξάμενος παρὰ νηός· ὁ δὲ κλισίηθεν ἀκούσας
                            <lb/>ἔκμολεν ἴσος Ἄρηϊ· κακοῦ δ᾽ ἄρα οἱ πέλεν ἀρχή.</quote>
                    </p></div></div></body></text></TEI>