<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0609.tlg001.1st1K-grc1" xml:lang="grc"><div type="textpart" subtype="section" n="21"><head rend="center">ζ'. ΠΕΡΙ ΕΙΚΑΣΜΟΥ.</head><p rend="indent">Εἰκασμός ἐστιν ὁμοιότης εἴδους, περισπῶσα τὴν φαντασίαν πρὸς τὸ
                        γελοιότερον, ὃ δὴ ὑπό τινων σκῶνμα καλεῖται· διαφέρει δὲ τῆς εἰκόνος, ὡς γένος εἴδους·
                        ἡ μὲν γὰρ εἰκὼν οὐκ εὐθέως εἰκασμός, ὁ δὲ εἰκασμὸς πάντως εἰκών. </p></div><div type="textpart" subtype="section" n="22"><head rend="center">η'. ΠΕΡΙ ΣΥΝΤΟΜΙΑΣ.</head><p rend="indent">Συντομία ἐστὶ φράσις αὐτὰ τὰ ἀναγκαῖα τοῦ δηλουμένου ἔχουσα, οἷον
                            <lb/><quote rend="blockquote">κεῖται Πάτροκλος· νέκυος δὲ δὴ ἀμφιμάχονται
                            <lb/>γυμνοῦ· ἀτὰρ τά γε τεύχε᾽ ἔχει κορυθαίολος Ἕκτωρ·</quote>
                        <lb/>καὶ <lb/><quote rend="blockquote">σφαῖραν ἔπειτ᾽ ἔρριψε μετ᾽ ἀμφίπολον
                            βασίλεια, <lb/>ἀμφιπόλου μὲν ἅμαρτε, βαθείῃ δ᾽ ἔμπεσε δίνῃ· <lb/>ταὶ δ᾽
                            ἐπὶ μακρὸν ἄϋσαν· ὁ δ᾽ ἔγρετο δῖος Ὀδυσσεύς.</quote>
                    </p></div><div type="textpart" subtype="section" n="23"><head rend="center">θ'. ΠΕΡΙ ΒΡΑΧΥΤΗΤΟΣ.</head><p rend="indent">Βραχύτης ἐστὶ φράσις πλέον τι τοῦ ἀκουομένου νοούμενον ἔχουσα, οἷά
                        ἐστι τὰ Δελφικὰ ἀποφθέγματα, γνῶθι σαυτόν· χρόνου φείδου· μηδὲν ἄγαν. βραχύτητα δὲ
                        ἔχει καὶ τὸ Λακεδαιμόνιοι Φιλίππῳ, Διονύσιος ἐν Κορίνθῳ· βούλονται γὰρ εἰπεῖν, μὴ
                        ὑψαύχει ἀφορῶν εἰς Διονύσιον τανῦν γράμματα ἐν Κορίνθῳ διδάσκοντα, ὃς πρότερον
                        ἐτυράννει. </p></div></div></body></text></TEI>