Ϛ'. ΠΕΡΙ ΧΑΡΑΚΤΗΡΙΣΜΟΥ. Χαρακτηρισμός ἐστι λόγος τῶν περὶ τὸ σῶμα ἰδιωμάτων ἀπαγγελτικός, ὃν καί τινες εἰκονισμὸν λέγουσιν, οἷον γυρὸς ἐν ὤμοισιν, μελανόχροος, οὐλοκάρηνος. ζ'. ΠΕΡΙ ΕΙΚΑΣΜΟΥ. Εἰκασμός ἐστιν ὁμοιότης εἴδους, περισπῶσα τὴν φαντασίαν πρὸς τὸ γελοιότερον, ὃ δὴ ὑπό τινων σκῶνμα καλεῖται· διαφέρει δὲ τῆς εἰκόνος, ὡς γένος εἴδους· ἡ μὲν γὰρ εἰκὼν οὐκ εὐθέως εἰκασμός, ὁ δὲ εἰκασμὸς πάντως εἰκών. η'. ΠΕΡΙ ΣΥΝΤΟΜΙΑΣ. Συντομία ἐστὶ φράσις αὐτὰ τὰ ἀναγκαῖα τοῦ δηλουμένου ἔχουσα, οἷον κεῖται Πάτροκλος· νέκυος δὲ δὴ ἀμφιμάχονται γυμνοῦ· ἀτὰρ τά γε τεύχε᾽ ἔχει κορυθαίολος Ἕκτωρ· καὶ σφαῖραν ἔπειτ᾽ ἔρριψε μετ᾽ ἀμφίπολον βασίλεια, ἀμφιπόλου μὲν ἅμαρτε, βαθείῃ δ᾽ ἔμπεσε δίνῃ· ταὶ δ᾽ ἐπὶ μακρὸν ἄϋσαν· ὁ δ᾽ ἔγρετο δῖος Ὀδυσσεύς. θ'. ΠΕΡΙ ΒΡΑΧΥΤΗΤΟΣ. Βραχύτης ἐστὶ φράσις πλέον τι τοῦ ἀκουομένου νοούμενον ἔχουσα, οἷά ἐστι τὰ Δελφικὰ ἀποφθέγματα, γνῶθι σαυτόν· χρόνου φείδου· μηδὲν ἄγαν. βραχύτητα δὲ ἔχει καὶ τὸ Λακεδαιμόνιοι Φιλίππῳ, Διονύσιος ἐν Κορίνθῳ· βούλονται γὰρ εἰπεῖν, μὴ ὑψαύχει ἀφορῶν εἰς Διονύσιον τανῦν γράμματα ἐν Κορίνθῳ διδάσκοντα, ὃς πρότερον ἐτυράννει. ι'. ΠΕΡΙ ΣΥΛΛΗΨΕΩΣ. Σύλληψίς ἐστι φράσις τὸ ἰδίᾳ τινὶ συμβὰν κατὰ δύο τιθεῖσα, οἷον Βορέης καὶ Ζέφυρος τώ τε Θρῄκηθεν ἄητον. καὶ τὼ δὲ δύω σκάζοντε βάτην· καὶ φὰν δ᾽ ἔμμεναι Ζηνὸς υἱοὶ καὶ κλυτοπώλου Ποσειδάωνος.