<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0609.tlg001.1st1K-grc1" xml:lang="grc"><div type="textpart" subtype="section" n="15"><head rend="center">α'. ΠΕΡΙ ΥΠΕΡΒΟΛΗΣ.</head><p rend="indent">Ὑπερβολή ἐστι φράσις ὑπεραίρουσα τὴν ἀλήθειαν αὐξήσεως ἢ μειώσεως
                        χάριν· αὐξήσεως μέν, οἷον <pb facs="219219004_0239" n="199"/>
                        <lb/><quote rend="blockquote">ἠχὴ δ᾽ ἀμφοτέρων ἵκετ᾽ αἰθέρα καὶ Διὸς
                            αὐγάς·</quote>
                        <lb/>καὶ <lb/><quote rend="blockquote">λευκότεροι χιόνος, θείειν δ᾽ ἀνέμοισιν
                            ὁμοῖοι·</quote>
                        <lb/>καὶ <lb/><quote rend="blockquote">μελάντερον ἠΰτε πίσσα.</quote>
                        <lb/>καὶ <lb/><quote rend="blockquote">κούρην δ᾽ οὐ γαμέω Ἀγαμέμνονος
                            Ἀτρείδαο, <lb/>οὐδ᾽ εἰ χρυσείῃ Ἀφροδίτῃ κάλλος ἐρίζοι·</quote>
                        <lb/>καὶ τὰ ἑξῆς. μειώσεως δέ, οἷον Δίφιλός φησιν ἐπὶ αἰσχρᾶς γυναικός, ἣν
                            <lb/><quote rend="blockquote">ὁ πατὴρ ἐφίλησεν οὐδὲ πώποτε· <lb/>παρ᾽ ἧς
                            τὸν ἄρτον ἡ κύων οὐ λαμβάνει, <lb/>μέλαινα δ᾽ οὕτως, ὥστε καὶ ποιεῖν
                            σκότος.</quote>
                    </p></div><div type="textpart" subtype="section" n="16"><head rend="center">β'. ΠΕΡΙ ΕΜΦΑΣΕΩΣ.</head><p rend="indent">Ἔμφασίς ἐστι λέξις δι᾽ ὑπονοίας αὐξάνουσα τὸ δηλούμενον, οἷον
                            <lb/><quote rend="blockquote">αὐτὰρ ὅτ᾽ εἰς ἵππον κατεβαίνομεν·</quote>
                        <lb/>ἐν γὰρ τῷ <quote rend="expand">κατεβαίνομεν</quote> δηλοῦται τὸ μέγεθος τοῦ ἵππου· καὶ πάλιν
                            <quote rend="expand">ἱππόθεν ἐκχυμένοι.</quote> τὴν γὰρ ἀθρόαν ὁρμὴν τοῦ πλήθους διὰ μιᾶς ἐσήμανε
                        λέξεως. </p></div><div type="textpart" subtype="section" n="17"><head rend="center">γ'. ΠΕΡΙ ΕΝΕΡΓΕΙΑΣ.</head><p rend="indent">Ἐνέργειά ἐστι φράσις ὑπ᾽ ὄψιν ἄγουσα τὸ νοούμενον, οἷον
                            <lb/><quote rend="blockquote">μυρίοι, οὐκ ἄνδρεσσιν ἐοικότες, ἀλλὰ
                            Γίγασιν·</quote>
                        <lb/>ἔχονται δὲ τῆς ἐνεργείας καὶ αἱ τοῦ Ὁμήρου παραβολαί. </p></div><div type="textpart" subtype="section" n="18"><head rend="center">δ'. ΠΕΡΙ ΠΑΡΑΣΙΩΠΗΣΕΩΣ.</head><p rend="indent">Παρασιώπησίς ἐστι λόγος, ἐν ᾧ δύο ὀφειλόντων πραγμάτων κατὰ τὸ πλῆρες
                        λέγεσθαι, τοῦ μὲν ἑνός ἐστιν ἐπαγγελία, τοῦ δ᾽ ἑτέρου παρασιώπησις κατὰ τὸ ἀνάλογον
                        νοουμένη, οἷον <pb facs="219219004_0240" n="200"/>
                        <lb/><quote rend="blockquote">αὐτὰρ ὁ Διογενὴς δόρυ μὲν λίπεν.</quote>
                        <lb/>ὡς μὲν γὰρ ἔθηκεν, εἶπεν, ὡς δὲ ἀνέλαβεν, οὔ. </p></div><div type="textpart" subtype="section" n="19"><head rend="center">ε'. ΠΕΡΙ ΟΜΟΙΩΣΕΩΣ.</head><p rend="indent">Ὁμοίωσίς ἐστι ῥῆσις, καθ᾽ ἣν ἕτερον ἑτέρῳ παραβάλλομεν, εἴδη δὲ αὐτῆς
                        εἰσι τρία, εἰκών, παράδειγμα, παραβολή. εἰκών ἐστι λόγος ἐναργῶς ἐξομοιοῦν πειρώμενος
                        διὰ τοῦ παραλαμβανομένου, πρὸς ὃ παραλαμβάνεται, οἷον <lb/><quote rend="blockquote">ἠΰτε βοῦς ἀγέλῃφι μέγ᾽ ἔξοχος ἔπλετο πάντων.</quote>
                        <lb/>παρέπεται δὲ τῇ εἰκόνι μέγεθος, σχῆμα, χρῶμα. εἰκονίζεται δὲ ἤτοι ὅλα πρὸς
                        ὅλα, οἷον περίφρων Πηνελόπεια, Ἀρτέμιδι ἰκέλη. ἢ μέρη πρὸς μέρη, οἷον <lb/><quote rend="blockquote">Ἄρεϊ μὲν ζώνην, στέρνον δὲ Ποσειδάωνι·</quote>
                        <lb/>σχῆμα δὲ πρὸς σχῆμα, οἷον <lb/><quote rend="blockquote">ἠΰτε ἔθνεα εἶσι
                            μελισσάων ἀδινάων·</quote>
                        <lb/>χρῶμα δὲ πρὸς χρῶμα, οἷον <lb/><quote rend="blockquote">ὥς δ᾽ ὅτε τίς τ᾽
                            ἐλέφαντα γυνὴ φοίνικι μιήνῃ.</quote>
                        <lb/>μέγεθος δὲ πρὸς μέγεθος, οἷον <lb/><quote rend="blockquote">Κύκλωπος γὰρ
                            ἔκειτο μέγα ῥόπαλον παρὰ σηκῷ <lb/>ὡς ἱστὸς νηὸς ἐεικοσόροιο·</quote>
                        <lb/>παράδειγμά ἐστι τοῦ προγεγονότος πράγματος παρένθεσις καθ᾽ ὁμοιότητα τῶν
                        ὑποκειμένων πρὸς παραίνεσιν προτροπῆς ἢ ἀποτροπῆς ἕνεκεν· προτροπῆς μέν, οἷον
                            <lb/><quote rend="blockquote">οὐκ ἀΐεις οἷον κλέος ἔλλαβε δῖος Ὀρέστης,
                            <lb/>πάντας ἐπ᾽ ἀνθρώπους, ἐπεὶ ἔκτανε πατροφονῆα, <lb/>Αἴγισθον
                            δολόμητιν, ὅς οἱ πατέρα κλυτὸν ἔκτα;</quote>
                        <lb/>ἀποτροπῆς δέ, <lb/><quote rend="blockquote">οὐδὲ γὰρ οὐδὲ Δρύαντος υἱὸς
                            κρατερὸς Λυκόεργος <lb/>δὴν ἦν, ὅς ῥα θεοῖσιν ἐπουρανίοισιν ἔριζε·</quote>
                        <lb/>διαφέρει δὲ παράδειγμα παραβολῆς, ὅτι τὸ μὲν παράδειγμα <pb facs="219219004_0241" n="201"/>ἀπὸ γεγονότων πραγμάτων παραλαμβάνεται, ἡ δὲ
                        παραβολὴ ἐξ ἀορίστων καὶ ἐνδεχομένων γενέσθαι.</p><p rend="indent"><del>Κόμμα ἐστὶ φράσις βραχύ τι νόημα ἔχουσα, οἷον <quote rend="expand">δεῖ δὲ
                            χρημάτων·</quote> κῶλον δὲ μέρος νοήματος, οἷον ἄλλως τε κἂν Ὅμηρον ἔχωσιν.</del></p><p rend="indent"><del>Χαρακτῆρες ῥητορικοὶ τρεῖς, τουτέστιν εἴδη φράσεων· αὐστηρόν, μέσον,
                        ἰσχνόν· καὶ τὸν μὲν αὐστηρὸν ὁ Θουκυδίδης ἐπετήδευσε χαρακτῆρα καὶ Ἀντιφῶν ὁ τούτου
                        διδάσκαλος, τὸν δὲ μέσον Δημοσθένης, Τπεράδης, Δείναρχος, Λυκοῦργος, τὸν δὲ ἰσχνὸν
                        Αἰσχίνης, Ἰσοκράτης, Λυσίας, Ἀνδοκίδης, Ἰσαῖος.&gt;</del></p><p rend="indent">Παραβολή ἐστι λόγος διὰ παραθέσεως ὁμοίου πράγματος τὸ ὑποκείμενον
                        μετ᾽ ἐνεργείας παριστάνων, οἷον <lb/><quote rend="blockquote">κινήθη δ᾽ ἀγορή, ὡς
                            κύματα μακρὰ θαλάσσης <lb/>πόντου Ἰκαρίοιο·</quote>
                        <lb/>γίνονται δὲ αἱ παραβολαὶ τετραχῶς, ἤτοι πάθους πάθει διαθέσεως διαθέσει ἢ
                        φύσεως φύσει ἢ πράξεως πράξει. πάθους μὲν οὖν πάθει, <lb/><quote rend="blockquote">ὡς δ᾽ ὅταν ἀσπασίως·</quote>
                        <lb/>διαθέσεως δὲ διαθέσει, <lb/><quote rend="blockquote">ὡς δ᾽ ὅτε τίς τε
                            δράκοντα ἰδὼν παλίνορσος ἀπέστη, <lb/>ὣς αὖθις καθ᾽ ὅμιλον ἔδυ Τρώων
                            ἀγερώχων.</quote>
                        <lb/>φύσεως δὲ φύσει, οἷον <lb/><quote rend="blockquote">οἵη περ φύλλων γενεή,
                            τοιήδε καὶ ἀνδρῶν.</quote>
                        <lb/>πράξεως δὲ πράξει, <lb/><quote rend="blockquote">οἱ δ᾽ ὡς ἀμητῆρες
                            ἐναντίοι ἀλλήλοισι.</quote>
                    </p></div></div></body></text></TEI>